Thesauros Edebiyat satire Λεξιφάνης

Λεξιφάνης

Λεξιφάνης Lucian of Samosata

20–21

Σώπολις
μὰ Δίʼ οὐ μικράν τινα λέγεις τὴν νόσον, ὦ Λυκῖνε. βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶ — κατὰ θεὸν γὰρ τῶν χολώντωνχολώντων Γ (Cobet): χολωτῶν N vulg. τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειε — φέρε πρῶτος αὐτὸς πῖθι, ὦ Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς. ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ.
Λεξιφάνης
οὐκ οἶδʼ ὃ καὶ δράσετέ με, ὦ Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου. δέδοικα γοῦν μὴ πῶμαπτῶμα N, edd. But πῶμα is used by Lexiphanes in the sense of “id,” πόμα as Attic for “drink.” γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα.
Λυκῖνος
πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις. 5
Λεξιφάνης
ἰδοὺ πείθομαι καὶ πίομαι. φεῦ, τί τοῦτο; πολὺς ὁ βορβορυγμός. ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι.
Σώπολις
ἄρξαι δὴ ἐμεῖν. βαβαί. πρῶτον τουτὶ τὸ μῶν, εἶτα μετʼ αὐτὸ ἐξελήλυθεν τὸ κᾆτα, εἶτα ἐπʼ αὐτοῖς τὸ ἦ δʼ ὅς καὶ ἀμηγέπη καὶ λῷστε καὶ δήπουθεν καὶ συνεχὲς τὸ ἄττα. βίασαι δʼ ὅμως, καὶ κάθες εἰς τὴν φάρυγγα τοὺς δακτύλους. οὐδέπω τὸ ἴκταρ ἐμήμεκας οὐδὲ τὸ σκορδινᾶσθαι οὐδὲ τὸ τευτάζεσθαι οὐδὲ τὸ σκύλλεσθαι.σκύλλεσθαι N: σκύλεσθαι ΓΕΑ. πολλὰ ἔτι ὑποδέδυκε καὶ μεστή σοι αὐτῶν ἡ γαστήρ. ἄμεινον δέ, εἰ καὶ κάτω διαχωρήσειεν ἂν ἔνια· ἡ γοῦν σιληπορδία μέγαν τὸν ψόφον ἐργάσεται συνεκπεσοῦσα μετὰ τοῦ πνεύματος.
 
ἀλλʼ ἤδη μὲν καθαρὸς οὑτοσὶ πλὴν εἴ τι μεμένηκεν ὑπόλοιπον ἐν τοῖς κάτω ἐντέροις. σὺ δὲ τὸ μετὰ τοῦτο παραλαβὼν αὐτόν, ὦ Λυκῖνε, μεταπαίδευε καὶ δίδασκε ἃ χρὴ λέγειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi