Λυκῖνος
Μετὰ δέ, Κρητῶν οἱ κράτιστοι ἐνεργῶς ἐπιτηδεύσαντες αὐτὸ ἄριστοι ὀρχησταὶ ἐγένοντο, οὐχ οἱ ἰδιῶται μόνον, ἀλλὰ καὶ οἱ βασιλικώτεροι καὶ πρωτεύειν ἀξιοῦντες. ὁ γοῦν Ὅμηρος τὸν Μηριόνην, οὐκ αἰσχῦναι βουλόμενος ἀλλὰ κοσμῆσαι, ὀρχηστὴν προσεῖπεν, καὶ οὕτως ἄρα ἐπίσημος ἦν καὶ γνώριμος ἅπασιν ἐπὶ τῇ ὀρχηστικῇ ὥστε οὐχ οἱ Ἕλληνες μόνον ταῦτα ἠπίσταντο περὶ αὐτοῦ ἀλλὰ καὶ οἱ Τρῶες αὐτοί, καίτοι πολέμιοι ὄντες· ἑώρων γάρ, οἶμαι, καὶ τὴν ἐν τῷ πολεμεῖν αὐτοῦ κουφότητα καὶ εὐρυθμίαν, ἣν ἐξ ὀρχήσεως ἐκέκτητο. φησὶν δὲ τὰ ἔπη ὧδέ πως· Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε. καὶ ὅμως οὐ κατέπαυσεν αὐτόν· ἅτε γὰρ ἠσκημένος ἐν τῇ ὀρχηστικῇ, ῥᾳδίως, οἶμαι, διεδίδρασκεν τὰς ἐπʼ αὐτὸν ἀφέσεις τῶν ἀκοντίων.
πολλοὺς δὲ καὶ ἄλλους τῶν ἡρώων εἰπεῖν ἔχων τοῖς αὐτοῖς ἐγγεγυμνασμένους καὶ τέχνην τὸ πρᾶγμα πεποιημένους, ἱκανὸν ἡγοῦμαι τὸν Νεοπτόλεμον, Ἀχιλλέως μὲν παῖδα ὄντα, πάνυ δὲ διαπρέψαντα ἐν τῇ ὀρχηστικῇ καὶ εἶδος τὸ κάλλιστον αὐτῇ προστεθεικότα, Πυρρίχιον ἀπʼ αὐτοῦ κεκλημένον· καὶ ὁ Ἀχιλλεύς, ταῦτα ὑπὲρ τοῦ παιδὸς πυνθανόμενος, μᾶλλον ἔχαιρεν, οἶμαι, ἢ ἐπὶ τῷ κάλλει καὶ τῇ ἄλλῃ ἀλκῇ αὐτοῦ. τοιγαροῦν τὴν Ἴλιον, τέως ἀνάλωτον οὖσαν, ἡ ἐκείνου ὀρχηστικὴ καθεῖλεν καὶ εἰς ἔδαφος κατέρριψεν.