Λυκῖνος
αἱ μὲν γὰρ πρῶται ἐκεῖναι ὥσπερ τινὲς ῥίζαι καὶ θεμέλιοιθεμέλια C, conrary to Lucianic usage. τῆς ὀρχήσεως ἦσαν, τὸ δὲ ἄνθος αὐτῆς καὶ τὸν τελεώτατον καρπόν, ὅσπερὅσπερ ΕΦΩ Ν2: ὥσπερ ΓΝ1: ὅπερ (C) A. νῦν μάλιστα ἐς τὸ ἀκρότατον ἀποτετέλεσται, τοῦτοντοῦτον οὖν Γ1: τοῦτο νῦν Γ2, other MSS. Cf. οὖν ὁ ἡμέτερος λόγος διεξέρχεται, παρεὶς τὸ θερμαυστρίζειν καὶ γέρανον ὀρχεῖσθαι καὶ τὰ ἄλλα ὡς μηδὲν τῇ νῦν ταύτῃ ἔτι προσήκοντα. οὐδὲ γὰρ ἐκεῖνο τὸ Φρύγιον τῆς ὀρχήσεως εἶδος, τὸ παροίνιον καὶ συμποτικόν, μετὰ μέθης γιγνόμενον ἀγροίκων πολλάκις πρὸς αὔλημα γυναικεῖον ὀρχουμένων σφοδρὰ καὶ καματηρὰσφόδρα καὶ καματηρὰ EΝ: καὶ omitted in other MSS. Cf. Hist. Conscr. 43. πηδήματα, καὶ νῦν ἔτι ταῖς ἀγροικίαις ἐπιπολάζοντα,ἐπιπολάζον Madvig, but cf. ταῦτα, below. ὑπʼ ἀγνοίας παρέλιπον, ἀλλʼ ὅτι μηδὲν ταῦτα τῇ νῦν ὀρχήσει κοινωνεῖ. καὶ γὰρ ὁ Πλάτων ἐν τοῖς Νόμοις τὰ μέν τινα εἴδη ἐπαινεῖ ταύτης, τὰ δὲ πάνυ ἀπαξιοῖ, διαιρῶν αὐτὰ ἔς τε τὸ τερπνὸν καὶ τὸ χρήσιμον καὶ ἀπελαύνων αὐτῶν τὰ ἀσχημονέστερα, προτιμῶν δὲ καὶ θαυμάζων θάτερα.