Thesauros Edebiyat satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

57–58

Τόξαρις
μᾶλλον δὲ ἄκουσον ἐμοὶ αὐτῷ οἷα φίλος, Σισίννης τοὔνομα, ὑπηρέτησεν.
 
Ὅτε γὰρ Ἀθήναζε ἀπῄειν οἴκοθεν ἐπιθυμίᾳ παιδείας τῆς Ἑλληνικῆς, κατέπλευσα ἐς Ἄμαστριν τὴν Ποντικήν· ἐν προσβολῇ δέ ἐστιν τοῖς ἀπὸ Σκυθίας προσπλέουσιν,πλέουσιν A. οὐ πολὺ τῆς Καράμβεως ἀπέχουσα, ἡ πόλις. εἵπετο δὲ ὁ Σισίννης ἑταῖρος ἐκ παιδὸς ὤν. ἡμεῖς μὲν οὖν καταγωγήν τινα ἐπὶ τῷ λιμένι σκεψάμενοι κἀκ τοῦ πλοίου ἐς αὐτὴν μετασκευασάμενοι ἠγοράζομεν, οὐδὲν πονηρὸν ὑφορώμενοι· ἐν τοσούτῳ δὲ κλῶπές τινες ἀνασπάσαντες τὸ κλεῖστρον ἐκφέρουσιν ἅπαντα, ὡς μηδὲ τὰ ἐς ἐκείνην τὴν ἡμέραν διαρκέσοντα καταλιπεῖν.
 
ἐπανελθόντες οὖν οἶκαδε καὶ τὸ γεγονὸς μαθόντες, δικάζεσθαι μὲν τοῖς γείτοσι πολλοῖς οὖσιν ἢ τῷ ξένῳ οὐκ ἐδοκιμάζομεν, δεδιότες μὴ συκοφάνται δόξωμεν τοῖς πολλοῖς λέγοντες ὡς ὑφείλετο ἡμῶν τις δαρεικοὺς τετρακοσίους καὶ ἐσθῆτα πολλὴν καὶ δάπιδάς τινας καὶ τὰ ἄλλα ὁπόσα εἴχομεν·
 
ἐσκοπούμεθα δὲ περὶ τῶν παρόντων ὅ τι πράξομεν, ἄποροι παντάπασιν ἐν τῇ ἀλλοδαπῇ γενόμενοι. κἀμοὶ μὲν ἐδόκει ὡς εἶχον αὐτοῦ παραβύσαντα ἐς τὴν πλευρὰν τὸν ἀκινάκην ἀπελθεῖν τοῦ βίου πρὶν ἀγεννές τι ὑποστῆναι λιμῷ ἢ δίψει πιεσθέντα, ὁ δὲ Σισίννης παρεμυθεῖτο καὶ ἱκέτευεν μηδὲν τοιοῦτο ποιεῖν· αὐτὸς γὰρ ἐπινοήσειν ὅθεν ἕξομεν ἱκανῶς τὰς τροφάς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi