Thesauros Edebiyat satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

45

Τόξαρις
πολλῶν οὖν κατὰ τόνδε τὸν νόμον σπεισάντων καὶ αἰτησάντων καὶ βασιλείας καὶ πλούτους καταριθμησαμένων τελευταῖος ὁ Ἀρσακόμας αἰτήσας τὴν φιάλην οὐκ ἔσπεισεν, οὐ γὰρ ἔθος ἡμῖν ἐκχεῖν τὸν οἶνον, ἀλλὰ ὕβρις εἶναι δοκεῖ τοῦτο εἰς τὸν θεόν· πιὼν δὲ ἀμυστί, δός μοι, εἶπεν, ὦ βασιλεῦ, τὴν θυγατέρα σου Μαζαίαν γυναῖκα ἔχειν πολὺ ἐπιτηδειοτέρῳ τούτων ὄντι ὁπόσα γε ἐπὶ τῷ πλούτῳ καὶ τοῖς κτήμασι. τοῦ δὲ Λευκάνορος θαυμάσαντος — ἠπίστατο γὰρ πένητα τὸν Ἀρσακόμαν καὶ Σκυθῶν τῶν πολλῶν — καὶ ἐρομένου, πόσα δὲ βοσκήματα ἢ πόσας ἁμάξας ἔχεις, ὦ Ἀρσακόμα; ταῦτα γὰρ ὑμεῖς πλουτεῖτε, ἀλλʼ οὐχ ἁμάξας, ἔφη, ἔχω οὐδὲ ἀγέλας, ἀλλʼ εἰσί μοι δύο φίλοι καλοὶ καὶ ἀγαθοὶ οἷοι οὐκ ἄλλῳ Σκυθῶν.
 
Τότε μὲν οὖν ἐγελάσθη ἐπὶ τούτοις καὶ παρώφθη καὶ μεθύειν ἔδοξεν, ἕωθεν δὲ προκριθεὶς τῶν ἄλλων Ἀδύρμαχος ἔμελλεν ἀπάξειν τὴν νύμφην παρὰ τὴν Μαιῶτιν ἐς τοὺς Μάχλυας.τοὺς Μάχλυας Text ΓNBCM1; cf. § 52 fin. The reading ἐς τὴν Μαιῶτιν παμὰ τοὺς Μαχύας bases only on M2.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi