31–32
Μνήσιππος
καὶ τὸ ἀπὸ τούτου πάντα τρόπον συνῆν ἐπιμελούμενος αὐτοῦ καὶ θεραπεύων· παραδοὺς γὰρ ἑαυτὸν τοῖς ἐν τῷ λιμένι ἐμπόροις ἕωθεν εἰς μέσην ἡμέραν οὐκ ὀλίγον ἀπέφερεν ἀχθοφορῶν. εἶτʼ ἐπανελθὼν ἂν ἐκ τοῦ ἔργου, μέρος μὲν τοῦ μισθοῦ τῷ δεσμοφύλακι καταβαλὼν τιθασὸν αὑτῷ καὶ εἰρηνικὸν ἀπειργάζετο αὐτόν, τὸ λοιπὸν δὲ εἰς τὴν τοῦ φίλου θεραπείαν ἱκανῶς αὐτῷ διήρκει. καὶ τὰς μὲν ἡμέρας συνῆν τῷ Ἀντιφίλῳ παραμυθούμενος, ἐπεὶ δὲ νὺξ καταλάβοι, ὀλίγον πρὸ τῆς θύρας τοῦ δεσμωτηρίου στιβάδιόν τι ποιησάμενος καὶ φύλλα ὑποβαλόμενος ἀνεπαύετο.
χρόνον μὲν οὖν τινα οὕτω διῆγον, εἰσιὼν μὲν ὁ Δημήτριος ἀκωλύτως, ῥᾷον δὲ φέρων τὴν συμφορὰν ὁ Ἀντίφιλος.
ὕστερον δὲ ἀποθανόντος ἐν τῷ δεσμωτηρίῳ λῃστοῦ τινος ὑπὸ φαρμάκων, ὡς ἐδόκει, φυλακή τε ἀκριβὴς ἐγένετο καὶ οὐκέτι παρῄει εἰς τὸ οἴκημα οὐδὲ εἷς τῶν δεομένων.δεομένων G. Hermann: λεγομένων C: λελυμένων ΓΜΝΒ. ἐφʼ οἷς ἀπορῶν καὶ ἀνιώμενος, οὐκ ἔχων ἄλλως παρεῖναι τῷ ἑταίρῳ, προσαγγέλλει ἑαυτὸν ἐλθὼν πρὸς τὸν ἁρμοστήν, ὡς εἴη κεκοινωνηκὼς τῆς ἐπὶ τὸν Ἄνουβιν ἐπιβουλῆς.
ὡς δὲ τοῦτο εἶπεν, ἀπήγετο εὐθὺς ἐς τὸ δεσμωτήριον, καὶ ἀχθεὶς παρὰ τὸν Ἀντίφιλον τοῦτο γοῦν μόλις, πολλὰ ἱκετεύσας τὸν δεσμοφύλακα, ἐξειργάσατο παρʼ αὐτοῦ, πλησίον τῷ Ἀντιφίλῳ καὶ ὑπὸ τῷ αὐτῷ κλοιῷ δεδέσθαι. ἔνθα δὴ καὶ μάλιστα ἔδειξε τὴν εὔνοιαν ἣν εἶχε πρὸς αὐτόν, ἀμελῶν μὲν τῶν καθʼ ἑαυτὸν δεινῶν (καίτοι ἐνόσησε καὶ αὐτός), ἐπιμελούμενος δὲ ὅπως ἐκεῖνος μάλιστα καθευδήσει καὶ ἧττον ἀνιάσεται· ὥστε ῥᾷον ἔφερον μετʼ ἀλλήλων κακοπαθοῦντες.