Thesauros Edebiyat satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata

23–24

Μνήσιππος
οἱ κληρονόμοι δὲ οἷς ταῦτα κατελέλειπτο, ὡς ἤκουσαν, ἧκον εὐθὺς διαιτῶντες τὰ ἐκ τῶν διαθηκῶν. ὁ μὲν οὖν Χαρίξενος πέντε μόνας ἡμέρας ἐπιβιοὺς ἀπέθανεν, ὁ δὲ Ἀρεταῖος ἄριστος κληρονόμων γενόμενος τήν τε αὑτοῦ καὶ τὴν ἐκείνου μερίδα παραλαβὼν τρέφει τε τοῦ Εὐδαμίδα τὴν μητέρα καὶ τὴν θυγατέρα οὐ πρὸ πολλοῦ ἐκδέδωκεν, ἀπὸ ταλάντων πέντε ὧν εἶχεν δύο μὲν τῇ ἑαυτοῦ θυγατρί, δύο δὲ τῇ τοῦ φίλου ἐπιδούς, καὶ τὸν γάμον γε αὐταῖν ἐπὶ μιᾶς ἡμέρας ἠξίωσε γενέσθαι.
 
τί σοι δοκεῖ, ὦ Τόξαρι, ὁ Ἀρεταῖος οὗτος; ἆρα φαῦλον παράδειγμα φιλίας παρεσχῆσθαι τοιαῦτα κληρονομήσας καὶ μὴ προδοὺς τὰς διαθήκας τοῦ φίλου; ἢ τίθεμεν καὶ τοῦτον ἐν ταῖς τελείαις ψήφοις μίαν τῶν πέντε εἶναι;
Τόξαρις
καὶ οὗτος μὲν καλός·καλῶς ΓΒ. ἐγὼ δὲ τὸν Εὐδαμίδαν πολὺ μᾶλλον ἐθαύμασα τοῦ θάρσους ὃ εἶχεν ἐπὶ τοῖς φίλοις. ἐδήλου γὰρ ὡς καὶ αὐτὸς ἂν τὰ ὅμοια ἔπραξεν ἐπʼ αὐτοῖς, εἰ μὴ καὶ ἐν διαθήκαις ταῦτα ἐνεγέγραπτο, ἀλλὰ πρὸ τῶν ἄλλων ἧκεν ἂν ἄγραφος κληρονόμος τῶν τοιούτων.
Μνήσιππος
εὖ λέγεις. τέταρτον δέ σοι διηγήσομαι Ζηνόθεμιν τὸν ΧαρμόλεωΧαρμόλκω B: Χαρμόλεων Ν, Χαρμολέου Γ(C)Α. Μασσαλίηθεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi