Thesauros Edebiyat satire Δραπέται

Δραπέται

Δραπέται Lucian of Samosata

29–31

Ἑρμῆς
οὐκοῦν δεῖξον, ὦ παῖ Καλλιόπης, ἔνθα ἐστίν· χρυσίου γὰρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν.
Ὀρφεύς
εὖ φής. ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμʼ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς ἀκούοιμι πρὸς αὐτοῦ· μιαρὸς γὰρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν. 5
Ἑρμῆς
δεῖξον μόνον.
Ὀρφεύς
αὕτη πλησίον. ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδʼ ἴδοιμι αὐτόν.
Φιλοσοφία
ἐπίσχες. οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου;
Ἑρμῆς
νὴ Δία· ἀλλʼ ἀκούσωμεν ὅ τι καὶ λέγει.
Γυνήδραπετίς (N) edd. Prior to Bekker.
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
Ἑρμῆς
οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον.
Γυνή
ξεινοδόκονμισητέον: ξεινοδόκον Γ, thus giving (by the double point) ξεινοδόκον . . . παράσχῃ to the Wife. Other MSS. and all previous editions give these words to Hermes, reading μισητέον ὃς ξεινοδόκον. κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ. 5
Ἀνήρ
περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην.
Γυνή
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ, Θερσίτʼ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν.
Δεσπότης
α Εἰκότως τῷ καταράτῳτῷ καταράτῳ Harmon: τοῦ καταράτου MSS. τὰ ἔπη.
Γυνή
Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριονἄγριον Fritzsche: ἀγρίου MSS. ὁρμήν.
Ἀνήρ
οἴμοι, γύναι, ὅσα πέπονθας ὑπὸ κυνῶν τοσούτων. φασὶ δʼ αὐτὴν καὶ κυεῖν ἀπʼ αὐτῶν.
Ἑρμῆς
θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi