Thesauros Edebiyat satire Δραπέται

Δραπέται

Δραπέται Lucian of Samosata

20–22

 
μὴ σύ γε κεῖθι τύχοις, ὅτε ὁ μιαρὸς ἐκεῖνος ἐκχεῖται βόρβορος, χρυσίον μὲν ἢ ἀργύριον, Ἡράκλεις, οὐδὲ κεκτῆσθαι ἀξιῶ·ἀξιῳ Ν: ἀξιῶν ΓΜΗΧΒϹ. ὀβολὸς ἱκανός, ὡς θέρμους πριαίμην· ποτὸν γὰρ ἢ κρήνη ἢ ποταμὸς παρέξει. καὶ μετʼ ὀλίγον αἰτοῦσιν οὐκ ὀβολοὺς οὐδὲ δραχμὰς ὀλίγας, ἀλλὰ πλούτους ὅλους, ὥστε τίς ἔμπορος τοσοῦτον ἀπὸ τοῦ φόρτου ἐμπολήσειεν ἂν ὅσον τούτοις φιλοσοφία ἐς χρηματισμὸν συντελεῖ; εἶτʼ ἐπειδὰν ἱκανῶς συλλέξωνται καὶ ἐπισιτίσωνται, ἀπορρίψαντες ἐκεῖνο τὸ δύστηνον τριβώνιον ἀγροὺς ἐνίοτε καὶ ἐσθῆτας τῶν μαλθακῶν ἐπρίαντο καὶ παῖδας κομήτας καὶ συνοικίας ὅλας, μακρὰ χαίρειν φράσαντες τῇ πήρᾳ τῇ Κράτητος καὶ τῷ τρίβωνι τῷ Ἀντισθένους καὶ τῷ πίθῳ τῷ Διογένους.
 
οἱ ἰδιῶται δὲ ταῦτα ὁρῶντες καταπτύουσιν ἤδη φιλοσοφίας καὶ ἅπαντας εἶναι τοιούτους οἴονται κἀμὲ τῆς διδασκαλίας αἰτιῶνται, ὥστε πολλοῦ ἤδη χρόνου ἀδύνατόν μοι γεγένηται κἂν ἕνα τινὰ προσαγαγέσθαι αὐτῶν, ἀλλὰ τὸ τῆς Πηνελόπης ἐκεῖνο πάσχω· ὁπόσον γὰρ δὴ ἐγὼ ἐξυφήνω, τοῦτο ἐν ἀκαρεῖ αὖθις ἀναλύεται. ἡ Ἀμαθία δὲ καὶ ἡ Ἀδικία ἐπιγελῶσιν, ὁρῶσαι ἀνεξέργαστον ἡμῖν τὸ ἔργον καὶ ἀνήνυτον τὸν πόνον.
Ζεύς
οἷα, ὦ θεοί, πέπονθεν ἡμῖν ἡ Φιλοσοφία πρὸς τῶν καταράτων ἐκείνων. ὥστε ὥρα σκοπεῖν ὅ τι καὶ πρακτέον ἢ ὅπως αὐτοὺς μετελευστέον. ὁ μὲν γὰρ κεραυνὸς ἀπάγει μιᾷ πληγῇ καὶ ὁ θάνατος ταχύς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi