21
Κομβάβος μέν νυν τὸ ἀπὸ τοῦδε ἀσφαλέα ὁδὸν ἤνυεν· ἀπικόμενοι δὲ ἐς τὴν ἱρὴν πόλιν σπουδῇ τὸν νηὸν οἰκοδόμεον καὶ σφίσι τρία ἔτεα ἐν τῷ ἔργῳ ἐξεγένετο, ἐν τοῖσι ἀπέβαινε τάπερ ὁ Κομβάβος ὀρρώδεεν. ἡ Στρατονίκη γὰρ χρόνον ἐπὶ πολλὸν συνόντα μιν ποθέειν ἄρχετο, μετὰ δέ οἱ καὶ κάρτα ἐπεμήνατο. καὶ λέγουσιν οἱ ἐν τῇ ἱρῇ πόλει τὴν Ἥρην τουτέων αἰτίην ἐθέλουσαν γενέσθαι, Κομβάβον ἐσθλὸν μὲν ἐόντα λαθέειν μηδαμά, Στρατονίκην δὲ τίσασθαι, ὅτι οὐ ῥηιδίως τὸν νηὸν ὑπέσχετο.
22
ἡ δὲ τὰ μὲν πρῶτα ἐσωφρόνεεν καὶ τὴν νοῦσον ἔκρυπτεν· ὡς δέ οἱ τὸ κακὸν μέζον ἡσυχίης ἐγένετο, ἐς ἐμφανὲς ἐτρύχετο κλαίεσκέν τε διʼ ἡμέρης καὶ Κομβάβον ἀνεκαλέετο καί οἱ πάντα Κομβάβος ἦν. τέλος δὲ ἀμηχανέουσα τῇ συμφορῇ εὐπρεπέα ἱκεσίην ἐδίζητο. ἄλλῳ μὲν ὦν τὸν ἔρωτα ὁμολογέειν ἐφυλάσσετο, αὐτὴ δὲ ἐπιχειρέειναἰδέετο Lehmann: ἐδέετο Γ, ἠδέετο N. αἰδέετο. ἐπινοέει ὦν τοιάδε, οἴνῳ ἑωυτὴν μεθύσασα ἐς λόγους οἱ ἐλθεῖν. ἅμα δὲ οἴνῳ ἐσιόντι παρρησίη τε ἐσέρχεται καὶ ἡ ἀποτυχίη οὐ κάρτα αἰσχρή, ἀλλὰ τῶν πρησσομένων ἕκαστα ἐς ἀγνοίην ἀναχωρέει.