Thesauros Edebiyat satire Εἰκόνες

Εἰκόνες

Εἰκόνες Lucian of Samosata

11–13

Πολύστρατος
Οὐ τοίνυν ἀπόχρη τὸ κάλλος, εἰ μὴ κεκόσμηται τοῖς δικαίοις κοσμήμασι, λέγω δὴ οὐκ ἐσθῆτι ἁλουργεῖ καὶ ὅρμοις, ἀλλʼ οἷς προεῖπον ἐκείνοις, ἀρετῇ καὶ σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ καὶ τοῖς ἄλλοις ὁπόσα ταύτης ὅρος ἐστίν.
Λυκῖνος
οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν, ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν.
Πολύστρατος
οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάττεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ. καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi