Thesauros Edebiyat satire Εἰκόνες

Εἰκόνες

Εἰκόνες Lucian of Samosata

16

Πολύστρατος
οὐκοῦν ἐπειδὴ πάντων καλῶν παιδείαν ἡγεῖσθαι ἀνάγκη, καὶ μάλιστα τούτων ὁπόσα μελετητά, φέρε καὶ ταύτην ἤδη συστησώμεθα, ποικίλην μέντοι καὶ πολύμορφον, ὡς μηδὲ κατὰ τοῦτο ἀπολιποίμεθα τῆς σῆς πλαστικῆς. καὶ δὴ γεγράφθω πάντα συλλήβδην τὰ ἐκ τοῦ Ἑλικῶνος ἀγαθὰ ἔχουσα, οὐχ ὥσπερ ἡ Κλειὼ καὶ ἡ Πολύμνια καὶ ἡ Καλλιόπη καὶ αἱ ἄλλαι ἕν τι ἑκάστη ἐπισταμένη, ἀλλὰ τὰτὰ Lehmann: not in MSS. πασῶν καὶ προσέτι τὰ Ἑρμοῦ καὶ Ἀπόλλωνος. ὁπόσα γὰρ ἢ ποιηταὶ μέτροις διακοσμήσαντες ἢ ῥήτορες δεινότητι κρατύναντες ἐξενηνόχασιν ἢ συγγραφεῖς ἱστορήκασιν ἢ φιλόσοφοι παρῃνέκασι,παρῃνέκασι vulg.: παρῃνέγκασι MSS. πᾶσι τούτοις ἡ εἰκὼν κεκοσμήσθω, οὐκ ἄχρι τοῦ ἐπικεχρῶσθαι μόνον, ἀλλʼ εἰς βάθος δευσοποιοῖς τισι φαρμάκοις εἰς κόρον καταβαφεῖσα. καὶ συγγνώμη, εἰ μηδὲν ἀρχέτυπον ἐπιδεῖξαι ταύτης δυναίμην τῆς γραφῆς· οὐ γὰρ ἔσθʼ ὅ τι τοιοῦτον ἐν τοῖς πάλαι παιδείας πέρι μνημονεύεται. πλὴν ἀλλά, εἴ γε δοκεῖ, ἀνακείσθω καὶ αὕτη· οὐ μεμπτὴ γάρ, ὡς ἐμοὶ φαίνεται.
Λυκῖνος
καλλίστη μὲν οὖν,οὖν Fritzche: not in MSS. ὦ Πολύστρατε, καὶ πάσαις ταῖς γραμμαῖς ἀπηκριβωμένη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi