50
ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος, ἀλλʼ οὐδὲ ὅλως ὄντος ἐχρησμῴδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων, οἷον καὶ τοῦτο· Δίζεαι ὅστις σὴν ἄλοχον μάλα πάγχυ λεληθὼς Καλλιγένειαν ὑπὲρ λεχέων σαλαγεῖ κατὰ δῶμα; δοῦλος Πρωτογένης, τῷ δὴ σύ γε πάντα πέποιθας. ὤπυιες γὰρ ἐκεῖνον, ὁ δʼ αὖθις σὴν παράκοιτιν, ἀντίδοσιν ταύτην ὕβρεως ἄκρηνἄκρην Harmon: ἀκαρὴν β, ἰδίας γ, edd. ἀποτίνων. ἀλλʼ ἐπὶ σοὶ δὴ φάρμακʼ ἀπʼ αὐτῶν λυγρὰ τέτυκται, ὡς μήτʼ εἰσαΐοις μήτʼ εἰσοράοις ἃ ποιοῦσιν. εὑρήσεις δὲ κάτω ὑπὸ σῷ λέχει ἀγχόθι τοίχου πρὸς κεφαλῆς. καὶ σὴ θεράπαινα σύνοιδε Καλυψώ. τίς οὐκ ἂν Δημόκριτος διεταράχθη ἀκούσας ὀνόματα καὶ τόπους ἀκριβῶς, εἶτα μετʼ ὀλίγον κατέπτυσεν ἄν, συνεὶς τὴν ἐπίνοιαν αὐτῶν;
52
καὶ βαρβάροις Chapters 51 and 52 transposed by Fritzsche. Ἄλλῳἄλλῳ A.M.H: ἄλλος βγ. But for οὔτε ὅλως β has οὔτε ἄλλῳ—the correction introduced in the wrong place. πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον, λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Βουβάλου, οἳ καὶ ἤδη δέδενται ληφθέντες.