Thesauros Edebiyat satire Ἀλέξανδρος ἢ Ψευδόμαντις

Ἀλέξανδρος ἢ Ψευδόμαντις

Ἀλέξανδρος ἢ Ψευδόμαντις Lucian of Samosata
39 τρίτῃ δὲ ἡμέρᾳ Ποδαλειρίου ἦν καὶ τῆς μητρὸς Ἀλεξάνδρου γάμος· Δᾳδὶς δὲ ἐκαλεῖτο καὶ δᾷδες δὲ ἐκαίοντο. καὶ τελευταῖον Σελήνης καὶ Ἀλεξάνδρου ἔρως καὶ τικτομένη τοῦ Ῥουτιλιανοῦ ἡ γυνή. ἐδᾳδούχει δὲ καὶ ἱεροφάντει ὁ Ἐνδυμίων Ἀλέξανδρος. καὶ ὁ μὲν καθεύδων δῆθεν κατέκειτο ἐν τῷ μέσῳ, κατῄει δὲ ἐπʼ αὐτὸν ἀπὸ τῆς ὀροφῆς ὡς ἐξ οὐρανοῦ ἀντὶ τῆς Σελήνης Ῥουτιλία τις ὡραιοτάτη, τῶν Καίσαρος οἰκονόμων τινὸς γυνή, ὡς ἀληθῶς ἐρῶσα τοῦ Ἀλεξάνδρου καὶ ἀντερωμένη ὑπʼ αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ὀλεθρίου ἐκείνου ἀνδρὸς φιλήματά τε ἐγίγνετο ἐν τῷ μέσῳ καὶ περιπλοκαί. εἰ δὲ μὴ πολλαὶ ἦσαν αἱ δᾷδες, τάχα ἄν τι καὶ τῶν ὑπὸ κόλπου ἐπράττετο. μετὰ μικρὸν δὲ εἰσῄει πάλιν ἱεροφαντικῶς ἐσκευασμένος ἐν πολλῇ τῇ σιωπῇ, καὶ αὐτὸς μὲν ἔλεγε μεγάλῃ τῇ φωνῇ, ἰὴ Γλύκων ἐπεφθέγγοντο δὲ αὐτῷ ἐπακολουθοῦντες Εὐμολπίδαι δῆθεν καὶ Κήρυκές τινες Παφλαγόνες, καρβατίνας ὑποδεδεμένοι, πολλὴν τὴν σκοροδάλμην ἐρυγγάνοντες, ἰὴ Ἀλέξανδρε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi