16
εἶτά μοι ἐπινόησον οἰκίσκον οὐ πάνυ φαιδρὸν οὐδὲ εἰς κόρον τοῦ φωτὸς δεχόμενον καὶ πλῆθος ἀνθρώπων συγκλύδων, τεταραγμένων καὶ προεκπεπληγμένων καὶ ταῖς ἐλπίσιν ἐπαιωρουμένων, οἷς εἰσελθοῦσι τεράστιον ὡς εἰκὸς τὸ πρᾶγμα ἐφαίνετο, ἐκ τοῦ τέως μικροῦ ἑρπετοῦ ἐντὸς ἡμερῶν ὀλίγων τοσοῦτον δράκοντα πεφηνέναι, ἀνθρωπόμορφον καὶ ταῦτα καὶ τιθασόν. ἠπείγοντο δὲ αὐτίκα πρὸς τὴν ἔξοδον, καὶ πρὶν ἀκριβῶς ἰδεῖν, ἐξηλαύνοντο ὑπὸ τῶν ἀεὶ ἐπεισιόντων· ἐτετρύπητο δὲ κατὰ τὸ ἀντίθυρον ἄλλη ἔξοδος. οἷόν τι καὶ τοὺς Μακεδόνας ἐν Βαβυλῶνι ποιῆσαι ἐπʼ Ἀλεξάνδρῳ νοσοῦντι λόγος, ὅτε ὁ μὲν ἤδη πονήρως εἶχεν, οἱ δὲ περιστάντες τὰ βασίλεια ἐπόθουν ἰδεῖν αὐτὸν καὶ προσειπεῖν τὸ ὕστατον. τὴν δὲ ἐπίδειξιν ταύτην οὐχ ἅπαξ ὁ μιαρός, ἀλλὰ πολλάκις ποιῆσαι λέγεται, καὶ μάλιστα εἴ τινες τῶν πλουσίων ἀφίκοιντο νεαλέστεροι.
17
ἐνταῦθα, ὦ φίλε Κέλσε, εἰ δεῖ τἀληθῆ λέγειν, συγγνώμην χρὴ ἀπονέμειν τοῖς Παφλαγόσι καὶ Ποντικοῖς ἐκείνοις, παχέσι καὶ ἀπαιδεύτοις ἀνθρώποις, εἰ ἐξηπατήθησαν ἁπτόμενοι τοῦ δράκοντος — καὶ γὰρ τοῦτο παρεῖχεν τοῖς βουλομένοις ὁ Ἀλέξανδρος — ὁρῶντές τεχε A M. H.: γὰρ γ, not in β. ἐν ἀμυδρῷ τῷ φωτὶ τὴν κεφαλὴν δῆθεν αὐτοῦ ἀνοίγουσάν τε καὶ συγκλείουσαν τὸ στόμα, ὥστε πάνυ τὸ μηχάνημα ἐδεῖτο Δημοκρίτου τινὸς ἢ καὶ αὐτοῦ Ἐπικούρου ἢ Μητροδώρου ἤ τινος ἄλλου ἀδαμαντίνην πρὸς τὰ τοιαῦτα τὴν γνώμην ἔχοντος, ὡς ἀπιστῆσαι καὶ ὅπερ ἦν εἰκάσαι, καὶ εἰ μὴ εὑρεῖν τὸν τρόπον ἐδύνατο, ἐκεῖνο γοῦν προπεπεισμένου, ὅτι λέληθεν αὐτὸν ὁ τρόπος τῆς μαγγανείας, τὸ δʼ οὖν πᾶν ψεῦδός ἐστι καὶ γενέσθαι ἀδύνατον.