Thesauros Edebiyat satire Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων Lucian of Samosata

30–31

Σόλων
ταῦτʼ ἔστιν, ὦ Ἀνάχαρσι, ἃ τοὺς νέους ἡμεῖς ἀσκοῦμεν οἰόμενοι φύλακας ἡμῖν τῆς πόλεως ἀγαθοὺς γενέσθαι καὶ ἐν ἐλευθερίᾳ βιώσεσθαι διʼ αὐτούς, κρατοῦντες μὲν τῶν δυσμενῶν εἰ ἐπίοιεν, φοβεροὶ δὲ τοῖς περιοίκοις ὄντες, ὡς ὑποπτήσσειν τε καὶ ὑποτελεῖν ἡμῖν τοὺς πλείστους αὐτῶν. ἐν εἰρήνῃ τε αὖ πολὺ ἀμείνοσιν αὐτοῖς χρώμεθα περὶ μηδὲν τῶν αἰσχρῶν φιλοτιμουμένοις μηδʼ ὑπʼ ἀργίας εἰς ὕβριν τρεπομένοις, ἀλλὰ περὶ τὰ τοιαῦτα διατρίβουσιν καὶ ἀσχόλοις οὖσιν ἐν αὐτοῖς. καὶ ὅπερ ἔφην τὸ κοινὸν ἀγαθὸν καὶ τὴν ἄκραν πόλεως εὐδαιμονίαν, τοῦτʼ ἔστιν, ὁπότεὁπότε Dindorf: ὁπόταν MSS. εἰς τε εἰρήνην καὶ εἰς πόλεμον τὰ ἄριστα παρεσκευασμένη φαίνοιτο ἡ νεότης περὶ τὰ κάλλιστα ἡμῖν σπουδάζοντες.
Ἀνάχαρσις
οὐκοῦν, ὦ Σόλων, ἤν ποτε ὑμῖν ἐπίωσιν οἱ πολέμιοι, χρισάμενοι τῷ ἐλαίῳ καὶ κονισάμενοι πρόιτε καὶ αὐτοὶ πὺξ τὰς χεῖρας ἐπʼ αὐτοὺς προβεβλημένοι, κἀκεῖνοι δηλαδὴ ὑποπτήσσουσιν ὑμᾶς καὶ φεύγουσιν δεδιότες μὴ σφίσι κεχηνόσι πάσσητε τὴν ψάμμον εἰς τὸ στόμα ἢ περιπηδήσαντες, ὡς κατὰ νώτου γένησθε, περιπλέξητε αὐτοῖς τὰ σκέλη περὶ τὴν γαστέρα καὶ διάγχητε ὑπὸ τὸ κράνος ὑποβαλόντες τὸν πῆχυν. καὶ μὴ Δίʼ οἱ μὲν τοξεύσουσι δῆλον ὅτι καὶ ἀκοντιοῦσιν, ὑμῶν δὲ ὥσπερ ἀνδριάντων οὐ καθίξεται τὰ βέλη κεχρωσμένων πρὸς τὸν ἥλιον καὶ πολὺ τὸ αἷμα πεπορισμένων. οὐ γὰρ καλάμη καὶ ἀθέρες ὑμεῖς ἐστε, ὡς τάχιστα ἐνδιδόναι πρὸς τὰς πληγάς, ἀλλὰ ὀψέ ποτε ἂν καὶ μόλις κατατεμνόμενοι βαθέσι τοῖς τραύμασιν αἷμα ὀλίγον ὑποδείξαιτε.ὑποδείξαιτε Fritzsche: ὑποδείξετε MSS. τοιαῦτα γὰρ φής, εἰ μὴ πάνυ παρήκουσα τοῦ παραδείγματος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi