Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
6 ἄλλοι δὲ πενίαν μὲν αὐτὴν οὐκ ἂν φοβηθῆναι οὐδὲ καταπλαγῆναί φασιν, εἰ ἐδύναντο τοῖς ἄλλοις ὁμοίως πονοῦντες ἐκπορίζειν τὰ ἄλφιτα, νῦν δέ, πεπονηκέναι γὰρ αὐτοῖς τὰ σώματα ἢ ὑπὸ γήρως ἢ ὑπὸ νόσων, ἐπὶ τήνδε ῥᾴστην οὖσαν τὴν μισθοφορὰν ἀπηντηκέναι. φέρʼ οὖν ἴδωμεν εἰ ἀληθῆ λέγουσιν καὶ ἐκ τοῦ ῥᾴστου, μὴ πολλὰ μηδὲ πλείω τῶν ἄλλων πονοῦσι, περιγίγνεται αὐτοῖς τὰ διδόμενα· εὐχῇ γὰρ ἂν ἐοικότα εἴη ταῦτά γε, μὴ πονήσαντα μηδὲ καμόντα ἕτοιμον ἀργύριον λαβεῖν. τὸ δʼ ἐστὶ καὶ ῥηθῆναι κατʼ ἀξίαν ἀδύνατον· τοσαῦτα πονοῦσιν καὶ κάμνουσιν ἐν ταῖς συνουσίαις, ὥστε πλείονος ἐνταῦθα καὶ ἐπὶ τοῦτο μάλιστα τῆς ὑγιείας δεῖσθαι, μυρίων ὄντων ὁσημέραι τῶν ἐπιτριβόντων τὸ σῶμα καὶ πρὸς ἐσχάτην ἀπόγνωσιν καταπονούντων. λέξομεν δὲ αὐτὰ ἐν τῷ προσήκοντι καιρῷ, ἐπειδὰν καὶ τὰς ἄλλας αὐτῶν δυσχερείας διεξίωμεν· τὸ δὲ νῦν εἶναι ἱκανὸν ἦν ὑποδεῖξαι ὡς οὐδʼ οἱ διὰ ταύτην λέγοντες αὑτοὺς ἀποδίδοσθαι τὴν πρόφασιν ἀληθεύοιεν ἄν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi