40
καί σε οὐκ ἄν τις ἄλλος δέξαιτο ἔξωρον ἤδη γεγονότα καὶ τοῖς γεγηρακόσιν ἵπποις ἐοικότα, ὧν οὐδὲ τὸ δέρμα ὁμοίως χρήσιμον. ἄλλως τε καὶ ἡ ἐκ τοῦ ἀπωσθῆναι διαβολὴ πρὸς τὸ μεῖζον εἰκαζομένη μοιχὸν ἢ φαρμακέα σε ἤ τι τοιοῦτον ἄλλο δοκεῖν ποιεῖ· ὁ μὲν γὰρ κατήγορος καὶ σιωπῶν ἀξιόπιστος, σὺ δὲ Ἕλλην καὶ ῥᾴδιος τὸν τρόπον καὶ πρὸς πᾶσαν ἀδικίαν εὔκολος. τοιούτους γὰρ ἅπαντας ἡμᾶς εἶναι οἴονται, καὶ μάλα εἰκότως· δοκῶ γάρ μοι καὶ τῆς τοιαύτης δόξης αὐτῶν, ἣν ἔχουσι περὶ ἡμῶν, κατανενοηκέναι τὴν αἰτίαν. πολλοὶ γὰρ εἰς τὰς οἰκίας παρελθόντες ὑπὲρ τοῦ μηδὲν ἄλλο χρήσιμον εἰδέναι μαντείαςμαγείας Valckenaer, which has been generally adopted; but cf. 27 μάγον ἢ μάντιν. καὶ φαρμακείας ὑπέσχοντο καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς, καὶ ταῦτα πεπαιδεῦσθαι λέγοντες καὶ τρίβωνας ἀμπεχόμενοι καὶ πώγωνας οὐκ εὐκαταφρονήτους καθειμένοι. εἰκότως οὖν τὴν ὁμοίαν περὶ πάντων ὑπόνοιαν ἔχουσιν, οὓς ἀρίστους ᾤοντο τοιούτους ὁρῶντες, καὶ μάλιστα ἐπιτηροῦντες αὐτῶν τὴν ἐν τοῖς δείπνοις καὶ τῇ ἄλλῃ συνουσίᾳ κολακείαν καὶ τὴν πρὸς τὸ κέρδος δουλοπρέπειαν.