Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
35 τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες. οἶδα δʼ ἐγὼ καὶ ῥήτορα τῶν καρχάρων ἐπὶ τῷ δείπνῳ κελευσθέντα μελετήσαντα μὰ τὸν Δίʼ οὐκ ἀπαιδεύτως, ἀλλὰ πάνυ τορῶς καὶ συγκεκροτημένως· ἐπῃνεῖτο γοῦν μεταξὺ πινόντων οὐ πρὸς ὕδωρ μεμετρημένον, ἀλλὰ πρὸς οἴνου ἀμφορέας λέγων, καὶ τοῦτο ὑποστῆναι τὸ τόλμημα ἐπὶ διακοσίαις δραχμαῖς ἐλέγετο.
35 ταῦτα μὲν οὖν ἴσως μέτρια. ἢν δὲ ποιητικὸς αὐτὸς ἢ συγγραφικὸς ὁ πλούσιος ᾖ, παρὰ τὸ δεῖπνον τὰ αὑτοῦ ῥαψῳδῶν, τότε καὶ μάλιστα διαρραγῆναι χρὴ ἐπαινοῦντα καὶ κολακεύοντα καὶ τρόπους ἐπαίνων καινοτέρους ἐπινοοῦντα. εἰσὶ δʼ οἳ καὶ ἐπὶ κάλλει θαυμάζεσθαι ἐθέλουσιν, καὶ δεῖ Ἀδώνιδας αὐτοὺς καὶ Ὑακίνθους ἀκούειν, πήχεως ἐνίοτε τὴν ῥῖνα ἔχοντας. σὺ δʼ οὖν ἂν μὴ ἐπαινῇς, εἰς τὰς λιθοτομίας τὰς Διονυσίου εὐθὺς ἀφίξῃ ὡς καὶ φθονῶν καὶ ἐπιβουλεύων αὐτῷ. χρὴ δὲ καὶ σοφοὺς καὶ ῥήτορας εἶναι αὐτούς, κἂν εἴ τι σολοικίσαντες τύχωσιν, αὐτὸ τοῦτοαὐτὸ τοῦτο edd.: αὐτὸ τὸ MSS. Perhaps something more has been lost. τῆς Ἀττικῆς καὶ τοῦ Ὑμηττοῦ μεστοὺς δοκεῖν τοὺς λόγους καὶ νόμον εἶναι τὸ λοιπὸν οὕτω λέγειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi