Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
28 τὸ μὲν γὰρ λιμῷ συνόντα καὶ νὴ Δία γε διψῶντα μύρῳ χρίεσθαι καὶ στεφανοῦσθαι τὴν κεφαλήν, ἠρέμα καὶ γελοῖον· ἔοικας γὰρ τότε στήλῃ ἑώλου τινὸς νεκροῦ ἄγοντος ἐναγίσματα· καὶ γὰρ ἐκείνων καταχέαντες μύρον καὶ τὸν στέφανον ἐπιθέντες αὐτοὶ πίνουσι καὶ εὐωχοῦνται τὰ παρεσκευασμένα.
29 ἢν μὲν γὰρ καὶ ζηλότυπός τις ᾖ καὶ παῖδες εὔμορφοι ὦσιν ἢ νέα γυνὴ καὶ σὺ μὴ παντελῶς πόρρω Ἀφροδίτης καὶ Χαρίτων ᾖς, οὐκ ἐν εἰρήνῃ τὸ πρᾶγμα οὐδὲ ὁ κίνδυνος εὐκαταφρόνητος. ὦτα γὰρ καὶ ὀφθαλμοὶ βασιλέως πολλοί, οὐ μόνον τἀληθῆ ὁρῶντες, ἀλλʼ ἀεί τι καὶ προσεπιμετροῦντες, ὡς μὴ νυστάζειν δοκοῖεν. δεῖ οὖν ὥσπερ ἐν τοῖς Περσικοῖς δείπνοις κάτω νεύοντα κατακεῖσθαι, δεδιότα μή τις εὐνοῦχός σε ἴδῃ προσβλέψαντα μιᾷ τῶν παλλακίδων, ἐπεὶ ἄλλος γε εὐνοῦχος ἐντεταμένον πάλαι τὸ τόξον ἔχων ἃ μὴ θέμις ὁρῶντα ἕτοιμος κολάσαι,ἑτοιμος κολάσαι Bekker: not in MSS. διαπείρας τῷ οἰστῷ μεταξὺ πίνοντος τὴν γνάθον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi