Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
23 καὶ πρῶτόν γε μέμνησο μηκέτι ἐλεύθερον τὸ ἀπʼ ἐκείνου μηδὲ εὐπατρίδην σεαυτὸν οἴεσθαι. πάντα γὰρ ταῦτα, τὸ γένος, τὴν ἐλευθερίαν, τοὺς προγόνους ἔξω τοῦ ὀδοῦ καταλείψων ἴσθι ἐπειδὰν ἐπὶ τοιαύτην σαυτὸν λατρείαν ἀπεμπολήσας εἰσίῃς· οὐ γὰρ ἐθελήσει σοι ἡ Ἐλευθερία συνεισελθεῖν ἐφʼ οὕτως ἀγεννῆ πράγματα καὶ ταπεινὰ εἰσιόντι. δοῦλος οὖν, εἰ καὶ πάνυ ἀχθέσῃ τῷ ὀνόματι, καὶ οὐχ ἑνός, ἀλλὰ πολλῶν δοῦλος ἀναγκαίως ἔσῃ καὶ θητεύσεις κάτω νενευκὼς ἕωθεν εἰς ἑσπέραν ἀεικελίῳ ἐπὶ μισθῷ. καὶ ἅτε δὴ μὴ ἐκ παίδων τῇ Δουλείᾳ συντραφείς, ὀψιμαθήσας δὲ καὶ πόρρω που τῆς ἡλικίας παιδευόμενος πρὸς αὐτῆς οὐ πάνυ εὐδόκιμος ἔσῃ οὐδὲ πολλοῦ ἄξιος τῷ δεσπότῃ· διαφθείρει γάρ σε ἡ μνήμη τῆς ἐλευθερίας ὑπιοῦσα καὶ ἀποσκιρτᾶν ἐνίοτε ποιεῖ καὶ διʼ αὐτὸ ἐν τῇ δουλείᾳ πονηρῶς ἀπαλλάττειν.
23 πλὴν εἰ μὴ ἀποχρῆν σοι πρὸς ἐλευθερίαν νομίζεις τὸ μὴ Πυρρίου μηδὲ Ζωπυρίωνος υἱὸν εἶναι, μηδὲ ὥσπερ τις Βιθυνὸς ὑπὸ μεγαλοφώνῳ τῷ κήρυκι ἀπημπολῆσθαι. ἀλλʼ ὁπόταν, ὦ βέλτιστε, τῆς νουμηνίας ἐπιστάσης ἀναμιχθεὶς τῷ Πυρρίᾳ καὶ τῷ Ζωπυρίωνι προτείνῃς τὴν χεῖρα ὁμοίως τοῖς ἄλλοις οἰκέταις καὶ λάβῃς ἐκεῖνο ὁτιδήποτε ἦν τὸ γιγνόμενον, τοῦτο ἡ πρᾶσίς ἐστι. κήρυκος γὰρ οὐκ ἔδει ἐπʼ ἄνδρα ἑαυτὸν ἀποκηρύξαντα καὶ μακρῷ χρόνῳ μνηστευσάμενον ἑαυτῷ τὸν δεσπότην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi