Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
17 ἐπίφθονος δʼ οὖν ἀπὸ τῆς προπόσεως ἐκείνης πολλοῖς τῶν παλαιῶν φίλων γεγένησαι, καὶ πρότερον ἐπὶ τῇ κατακλίσει λυπήσαςλυπήσας Bekker: ἐλύπησας MSS. τινὰς αὐτῶν, ὅτι τήμερον ἥκων προὐκρίθης ἀνδρῶν πολυετῆ δουλείαν ἠντληκότων. εὐθὺς οὖν καὶ τοιοῦτός τις ἐν αὐτοῖς περὶ σοῦ λόγος· τοῦτο ἡμῖν πρὸς τοῖς ἄλλοις δεινοῖς ἐλείπετο, καὶ τῶν ἄρτι εἰσεληλυθότων εἰς τὴν οἰκίαν δευτέρους εἶναι, καὶ μόνοις τοῖς Ἕλλησι τούτοις ἀνέῳκται ἡ Ῥωμαίων πόλις· καίτοι τί ἐστιν ἐφʼ ὅτῳ προτιμῶνται ἡμῶν; οὐοἱ Νaber. ῥημάτια δύστηνα λέγοντες οἴονταί τι παμμέγεθες ὠφελεῖν; ἄλλος δέ, οὐ γὰρ εἶδες ὅσα μὲν ἔπιεν, ὅπως δὲ τὰ παρατεθέντα συλλαβὼν κατέφαγεν; ἀπειρόκαλος ἄνθρωπος καὶ λιμοῦ πλέως, οὐδʼ ὄναρ λευκοῦ ποτε ἄρτου ἐμφορηθείς, οὔτι γε Νομαδικοῦ ἢ Φασιανοῦ ὄρνιθος, ὧν μόλις τὰ ὀστᾶ ἡμῖν καταλέλοιπεν. τρίτος ἄλλος, ὦ μάταιοι, φησίν, πέντε οὐδʼ ὅλων ἡμερῶν ὄψεσθε αὐτὸν ἐνταῦθά που ἐν ἡμῖν τὰ ὅμοια ποτνιώμενον· νῦν μὲν γὰρ ὥσπερ τὰ καινὰ τῶν ὑποδημάτων ἐν τιμῇ τινι καὶ ἐπιμελείᾳ ἐστίν, ἐπειδὰν δὲ πατηθῇ πολλάκις καὶ ὑπὸ τοῦ πηλοῦ ἀναπλασθῇ, ὑπὸ τῇ κλίνῃ ἀθλίως ἐρρίψεται κόρεων ὥσπερ ἡμεῖς ἀνάπλεως.
17 Ἐκεῖνοι μὲν οὖν τοιαῦτα πολλὰ περὶ σοῦ στρέφουσι, καί που ἤδη καὶ πρὸς διαβολάς τινες αὐτῶν παρασκευάζονται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi