Thesauros Edebiyat satire Θεῶν Κρίσις

Θεῶν Κρίσις

Θεῶν Κρίσις Lucian of Samosata

3–5

Ἑρμῆς
προΐωμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος, ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι καὶ θαρρεῖτε. οἶδα ἐγὼ τὸν Πάριν. νεανίας ἐστὶ καλὸς καὶ τἄλλα ἐρωτικὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανώτατος. οὐκ ἂν ἐκεῖνος δικάσειεν κακῶς.
Ἀφροδίτη
τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις, τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν· πότερα δὲ ἄγαμός ἐστιν οὗτος ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν;
Ἑρμῆς
οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη.
Ἀφροδίτη
πῶς λέγεις;
Ἑρμῆς
δοκεῖ τις αὐτῷ συνοικεῖν Ἰδαία γυνή, ἱκανὴ μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλʼ οὐ σφόδρα προσέχειν αὐτῇ ἔοικε. τίνος δʼ οὖν ἕνεκα ταῦτα ἐρωτᾷς; 5
Ἀφροδίτη
ἄλλως ἠρόμην.
Ἀθήνα
παραπρεσβεύεις, ὦ οὗτος, ἰδίᾳ πάλαι ταύτῃ κοινολογούμενος.
Ἑρμῆς
οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθʼ ὑμῶν, ἀλλʼ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν.
Ἀθήνα
ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα;
Ἑρμῆς
οὐκ οἶδα· φησὶ δʼ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ ἐξεπίτηδες ἤρετο.
Ἀθήνα
τί οὖν; ἄγαμός ἐστιν; 5
Ἑρμῆς
οὐ δοκεῖ.
Ἀθήνα
τί δέ; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ φιλόδοξός τις, ἢ τὸ πᾶν βουκόλος;
Ἑρμῆς
τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας.
Ἀφροδίτη
ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν· μεμψιμοίρων γὰρ καὶ οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.
Ἑρμῆς
καὶ αὕτη σχεδὸν τὰ αὐτά με ἤρετο· διὸ μὴ χαλεπῶς ἔχε μηδʼ οἴου μειονεκτεῖν, εἴ τι καὶ ταύτῃ κατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην. 10
 
ἀλλὰ μεταξὺ λόγων ἤδη πολὺ προϊόντες ἀπεσπάσαμεν τῶν ἀστέρων καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν. ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν τὸν δικαστὴν τὸν Πάριν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi