Τυχιάδης
ἐπειδὰν τάχιστα, ἔφη, νὺξ γένηται, ὁ δὲ καταβὰς ἀπὸ τῆς βάσεως ἐφʼ ᾗ ἕστηκε περίεισιν ἐν κύκλῳ τὴν οἰκίαν, καὶ πάντες ἐντυγχάνομεν αὐτῷ ἐνίοτε καὶ ᾄδοντι, καὶ οὐκ ἔστιν ὅντινα ἠδίκησεν· ἐκτρέπεσθαι γὰρ χρὴ μόνον· ὁ δὲ παρέρχεται μηδὲν ἐνοχλήσας τοὺς ἰδόντας. καὶ μὴν καὶ λούεται τὰ πολλὰ καὶ παίζει διʼ ὅλης τῆς νυκτός, ὥστε ἀκούειν τοῦ ὕδατος ψοφοῦντος. ὅρα τοίνυν, ἦν δʼ ἐγώ, μὴ οὐχὶ Πέλλιχος ὁ ἀνδριάς, ἀλλὰ Τάλως ὁ Κρὴς ὁ τοῦ Μίνωος ᾖ· καὶ γὰρ ἐκεῖνος χαλκοῦς τις ἦν τῆς Κρήτης περίπολος. εἰ δὲ μὴ χαλκοῦ, ὦ Εὔκρατες, ἀλλὰ ξύλου πεποίητο, οὐδὲν αὐτὸν ἐκώλυεν οὐ Δημητρίου ἔργον εἶναι, ἀλλὰ τῶν Δαιδάλου τεχνημάτων· δραπετεύει γοῦν, ὡς φής, ἀπὸ τῆς βάσεως καὶ οὗτος.
ὅρα, ἔφη, ὦ Τυχιάδη, μή σοι μεταμελήσῃ τοῦ σκώμματος ὕστερον. οἶδα ἐγὼ οἷα ἔπαθεν ὁ τοὺς ὀβολοὺς ὑφελόμενος οὓς κατὰ τὴν νουμηνίαν ἑκάστην τίθεμεν αὐτῷ. πάνδεινα ἐχρῆν, ἔφη ὁ Ἴων, ἱερόσυλόν γε ὄντα. πῶς δʼ οὖν αὐτὸν ἠμύνατο, ὦ Εὔκρατες; ἐθέλω γὰρ ἀκοῦσαι, εἰ καὶ ὅτι μάλιστα οὑτοσὶ Τυχιάδης ἀπιστήσει.