Thesauros Edebiyat satire Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν Lucian of Samosata

15

Τυχιάδης
εἰ ταῦτα εἶδες, ὦ Τυχιάδη, οὐκ ἂν ἔτι ἠπίστησας εἶναι πολλὰ ἐν ταῖς ἐπῳδαῖς χρήσιμα.
 
εὖ λέγεις, ἦν δ' ἐγώ· ἐπίστευον γὰρ ἄν, εἴ γε εἶδον αὐτά, νῦν δὲ συγγνώμη, οἶμαι, εἰ μὴ τὰ ὅμοια ὑμῖν ὀξυδορκεῖν ἔχω.εἰ μὴ τις τὰ ὅμοια ὑμῖν ὀξνδερκεἴ β. πλὴν ἀλλʼ οἶδα γὰρ τὴν Χρυσίδα ἣν λέγεις, ἐραστὴν γυναῖκα καὶ πρόχειρον, οὐχ ὁρῶ δὲ τίνος ἕνεκα ἐδεήθητε ἐπʼ αὐτὴν τοῦ πηλίνου πρεσβευτοῦ καὶ μάγου τοῦ ἐξ Ὑπερβορέων καὶ Σελήνης αὐτῆς, ἣν εἴκοσι δραχμῶν ἀγαγεῖν εἰς Ὑπερβορέους δυνατὸν ἦν. πάνυ γὰρ ἐνδίδωσιν πρὸς ταύτην τὴν ἐπῳδὴν ἡ γυνὴ καὶ τὸ ἐναντίον τοῖς φάσμασιν πέπονθεν· ἐκεῖνα μὲν γὰρ ἢν ψόφον ἀκούσῃ χαλκοῦ ἢ σιδήρου, πέφευγε — καὶ ταῦτα γὰρ ὑμεῖς φατε — αὕτη δὲ ἂν ἀργύριόν που ψοφῇ, ἔρχεται πρὸς τὸν ἦχον. ἄλλως τε καὶ αὐτοῦ θαυμάζω τοῦ μάγου, εἰ δυνάμενος αὐτὸς ἐρᾶσθαι πρὸς τῶν πλουσιωτάτων γυναικῶν καὶ τάλαντα ὅλα παρʼ αὐτῶν λαμβάνειν, ὁ δὲ τεττάρων μνῶν πάνυ σμικρολόγος ὢντὸν μικρολόγον β (omitting πάνυ and ὤν, Γλαυκίαν ἐπέραστον ἐργάζεται.
 
Γελοῖα ποιεῖς, ἔφη ὁ Ἴων, ἀπιστῶν ἅπασιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi