Thesauros Edebiyat satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata

61

Σίμων
φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;
Τυχιάδης
τὸ παραπλεῖν ἔγωγε.
Σίμων
τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν;
Τυχιάδης
Τὸ παρατρέχειν.
Σίμων
τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν; 5
Τυχιάδης
τὸ παριππεύειν.
Σίμων
τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν;
Τυχιάδης
τὸ παρακοντίζειν.
Σίμων
οὐκοῦν ὁμοίως ἂν ἕλοιοἕλοιο Fritzsche: ἐθέλοιο Γ1Ω, θέλοις, θέλς other MSS. καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν;
Τυχιάδης
ὁμολογεῖν ἀνάγκη. καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετʼ ἄριστον μαθησόμενος τὴν τέχνην. σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι. φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ πρῶτα φιλεῖν τῶν τέκνων. 10
← Önceki bölüm 61 · 1 / 1

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi