Thesauros Edebiyat satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata

49–50

Σίμων
σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶἔστιν, εἰ καὶ Text Harmon: οὐ γὰρ ἀλλʼ ὃν ἐν πολέμῳ μάχεσθαί φησιν ἑστιάσει καὶ MSS. εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ τρέφων αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.
 
εἰ δὲ δὴ καὶ πέσοι παράσιτος ἐν πολέμῳ, οὐκ ἂν ἐπʼ αὐτῷ δήπου οὔτε λοχαγὸς οὔτε στρατιώτης αἰσχυνθείη μεγάλῳ τε ὄντι νεκρῷ καὶ ὥσπερ ἐν συμποσίῳ καλῷ καλῶς κατακειμένῳ. ὡς ἄξιόν γε φιλοσόφου νεκρὸν ἰδεῖν τούτῳ παρακείμενον, ξηρόν, ῥυπῶντα, μακρὸν πωγώνιον ἔχοντα, προτεθνηκότα τῆς μάχης, ἀσθενῆ ἄνθρωπον. τίς οὐκ ἂν καταφρονήσειε ταύτης τῆς πόλεως τοὺς ὑπασπιστὰς αὐτῆς οὕτως κακοδαίμονας ὁρῶν; τίς δὲ οὐκ ἂν εἰκάσαι, χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρωπίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ;
 
τοιοῦτοι μὲν ἐν πολέμῳ πρὸς ῥήτορας καὶ φιλοσόφους εἰσὶν οἱ παράσιτοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi