Thesauros Edebiyat satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata

47–48

Σίμων
ἄκουε τοίνυν αὐτῶν τῶν ἐπῶν· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι. καὶ πάλιν ὑποβάς, καὶ νῦν με δεξάμενος, φησίν, ὁ Πηλεὺς ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνε. τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζεν θεράποντα·θεράποντα· ἐλεύθερος γὰρ ἦν ὁ Πάτροκλος. τίνας τοίνυν λέγει τοὺς θεράποντα·θεράποντα· εἰ μήτε τοὺς δούλους μήτε τοὺς φίλους; τοὺς παρασίτους δῆλον ὅτι· ᾗ καὶ τὸν Μηριόνην τοῦ Ἰδομενέως καὶ αὐτὸν θεράπονταθεράποντα MSS. (except Γ) add οὕτως οἶμαι καλουμένων τότε τῶν παρασίτων, excised by Hirschig, Jacobitz. ὀνομάζει.
 
Σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ἰδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγειν ἀτάλαντον Ἄρηϊ, Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ. 5
 
τί δέ; οὐχὶ καὶ Ἀριστογείτων, δημοτικὸς ὢν καὶ πένης, ὥσπερ Θουκυδίδης φησί, παράσιτος ἦν Ἁρμοδίου; τί δέ; οὐχὶ καὶ ἐραστής; ἐπιεικῶς γὰρ οἱ παράσιτοι καὶ ἐρασταὶ τῶν τρεφόντων εἰσίν. οὗτος τοίνυν πάλιν ὁ παράσιτος τὴν Ἀθηναίων πόλιν τυραννουμένην εἰς ἐλευθερίαν ἀφείλετο, καὶ νῦν ἕστηκε χαλκοῦς ἐν τῇ ἀγορᾷ μετὰ τῶν παιδικῶν.
 
οὗτοι μὲν δή, τοιοίδε ὄντες, μάλα ἀγαθοὶ παράσιτοι ἦσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi