Σίμων
ἀλλὰ τί δεῖ ταῦτα εἰκάζειν ἔχοντας αὐτῶν παραδείγματα; ἁπλῶς γὰρ εἰπεῖν, ἐν πολέμῳ τῶν πώποτε ῥητόρων ἢ φιλοσόφων οἱ μὲν οὐδὲ ὅλως ὑπέμειναν ἔξω τοῦ τείχους προελθεῖν, εἰ δέ τις καὶ ἀναγκασθεὶς παρετάξατο, φημὶ τοῦτον λείψαντα τὴν τάξιν ὑποστρέφειν.