Thesauros Edebiyat satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata

24–26

Σίμων
ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαιμονίας αὐτοῦ, ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον οὔτε φυτεύει χερσὶ φυτὸν οὔτε ἀροῖ, ἀλλὰ τά γ'γ' Dirndorf: not in MSS. ἄσπαρτα καὶ ἀνήροτα πάντα νέμεται;
 
καὶ μὴν ῥήτορά τε καὶ γεωμέτρην καὶ χαλκέα οὐδὲν κωλύει τὴν ἑαυτοῦ τέχνην ἐργάζεσθαι ἐάν τε πονηρὸς ἐάν τε καὶ μωρὸς ᾖ, παρασιτεῖν δὲ οὐδεὶς δύναται ἢ μωρὸς ὢν ἢ πονηρός.
Τυχιάδης
παπαί, οἷον χρῆμα ἀποφαίνῃ τὴν παρασιτικήν· ὥστε καὶ αὐτὸς ἤδη βούλεσθαι δοκῶ μοι παράσιτος εἶναι ἀντὶ τούτου ὅς εἰμι.
Σίμων
ὡς μὲν τοίνυν κοινῇ πασῶνπασῶν Jacobitz: πάντων MSS. διαφέρει, δεδεῖχθαί μοι δοκῶ. φέρε δὴ ὡς καὶ κατʼ ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν. τὸ μὲν δὴ ταῖς βαναύσοις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν ἐστιν, καὶ μᾶλλόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης. ὅτι γε μὴν τῶν καλλίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον. ὡμολόγηται δὴ πρὸς πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστήμας ἀποφαίνονταί τινες, ἐπειδὰν Lacuna Dindorf: ἐπειδὰν ἐπειδὰν γοῦν) also is corrupt. μεγίστας εἶναι, ὥστε εἰ gives the required sease. ἐπειδὰν καὶ τούτων ἀποδείξαιμι τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτιδῆλον ὅτι vulg.: σχολῇ δῆλον ὅτι MSS. τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi