Thesauros Edebiyat satire Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον

Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον

Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον Lucian of Samosata
22 καίτοι τίκαίτοι τί Fritzsche: καὶ ὅτι (καὶ τί) MSS. ταῦτα ληρῶ; πρόδηλος γὰρ ἡ αἰτία τῆς περὶ τὰ βιβλία σπουδῆς, εἰ καὶ ὑπὸ νωθείας ἐγὼ μὴ πάλαι κατεῖδον· σοφὸν γάρ, ὡς γοῦν οἴει, τοῦτʼ ἐπινενόηκας καὶ ἐλπίδας οὐ μικρὰς ἔχεις περὶ τοῦ πράγματος, εἰ βασιλεὺς μάθοι ταῦτα σοφὸς ἀνὴρ καὶ παιδείαν μάλιστα τιμῶν· εἰ δὲ ταῦτα ὑπὲρ σοῦ ἐκεῖνος ἀκούσειεν, ὡς ὠνῇ βιβλία καὶ συνάγεις πολλά, πάντα ἐν βραχεῖ παρʼ αὐτοῦ ἔσεσθαί σοι νομίζεις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi