34–35
Σῦρος
ταῦτα δηλαδὴ καὶ παρʼ ἐμοῦ ἀπαιτεῖ καὶ τὰ πτερὰ ἐκεῖνα ζητεῖ καὶ ἄνω βλέπει τὰ πρὸ τοῖν ποδοῖν οὐχ ὁρῶν. ἐπεὶ τῶν γε ἄλλων ἕνεκα οὐκ ἂν οἶμαι μέμψαιτό μοι, ὡς θοἰμάτιον τοῦτο τὸ Ἑλληνικὸν περισπάσας αὐτοῦ βαρβαρικόν τι μετενέδυσα, καὶ ταῦτα βάρβαρος αὐτὸς εἶναι δοκῶν· ἠδίκουν γὰρ ἂν τὰ τοιαῦτα εἰς αὐτὸν παρανομῶν καὶ τὴν πάτριον ἐσθῆτα λωποδυτῶν.
ἀπολελόγημαι ὡς δυνατὸν ἐμοί· ὑμεῖς δὲ ὁμοίαν τῇ πάλαι τὴν ψῆφον ἐνέγκατε.
5
Ἑρμῆς
βαβαί, δέκα ὅλαις κρατεῖς· ὁ γὰρ αὐτὸς ἐκεῖνος ὁ πάλαι οὐδὲ νῦν ὁμόψηφός ἐστιν. ἀμέλει τοῦτο ἔθος ἐστίν, καὶ πᾶσι τὴν τετρυπημένην οὗτος φέρει· καὶ μὴ παύσαιτο φθονῶν τοῖς ἀρίστοις. ἀλλʼ ὑμεῖς μὲν ἄπιτε ἀγαθῇ τύχῃ, αὔριον δὲ τὰς λοιπὰς δικάσομεν.