32–33
Σῦρος
ταῦτά ἐστιν ἃ τὴν Ῥητορικὴν ἐγὼ μεγάλα ἠδίκηκα. καίτοι εἰ καὶ μηδὲν αὐτῇ τοιοῦτο ἐπέπρακτο, καλῶς εἶχέ μοι ἀνδρὶ ἤδη τετταράκοντα ἔτη σχεδὸν γεγονότι θορύβων μὲν ἐκείνων καὶ δικῶν ἀπηλλάχθαι καὶ τοὺς ἄνδρας τοὺς δικαστὰς ἀτρεμεῖν ἐᾶν, τυράννων κατηγορίας καὶ ἀριστέων ἐπαίνους ἐκφυγόντα, εἰς δὲ τὴν Ἀκαδήμειαν ἢ εἰς τὸ Λύκειον ἐλθόντα τῷ βελτίστῳ τούτῳ Διαλόγῳ συμπεριπατεῖν ἠρέμα διαλεγομένους, τῶν ἐπαίνων καὶ κρότων οὐ δεομένους. πολλὰ ἔχων εἰπεῖν ἤδη παύσομαι. ὑμεῖς δὲ εὔορκον τὴν ψῆφον ἐνέγκατε.
Ἑρμῆς
πάσαις ὁ Σύρος πλὴν μιᾶς.
Δίκη
ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος.
ὁ Διάλογος ἐπὶ τῶν αὐτῶν λέγε. ὑμεῖς δὲ περιμείνατε, διπλάσιον ἀποισόμενοι τὸν μισθὸν ἐπʼ ἀμφοτέραις ταῖς δίκαις.
Διάλογος
ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, μακροὺς μὲν ἀποτείνειν τοὺς λόγους οὐκ ἂν ἐβουλόμην πρὸς ὑμᾶς, ἀλλὰ κατὰ μικρὸν ὥσπερ εἴωθα. ὅμως δὲ ὡς νόμος ἐν τοῖς δικαστηρίοις, οὕτω ποιήσομαι τὴν κατηγορίαν ἰδιώτης παντάπασιν καὶ ἄτεχνος τῶν τοιούτων ὤν· καί μοι τοῦτο ἔστω πρὸς ὑμᾶς τὸ προοίμιον.