Thesauros Edebiyat satire Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος Lucian of Samosata

22–24

Στοά
τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον;
Ἐπίκουρος
μάλιστα.
Ἑρμῆς
οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα· ὥστε ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ.
Στοά
καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι. 10
Δίκη
τίς ὑπερέσχεν;
Ἑρμῆς
πάσαις ἡ Ἡδονή.
Στοά
ἐφίημι ἐπὶ τὸν Δία.
Δίκη
τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει.
Ἑρμῆς
περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω.
Ἀρετή
προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν λέγειν· ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα.
Τρυφή
οὐ μὲν οὖν, ἀλλʼ ἐμὲ τὴν Τρυφήν· ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων.
Δίκη
μὴ φιλονεικεῖτε· ὑπερκείσεται γὰρ καὶ αὕτη ἡ δίκη ἔστʼ ἂν ὁ Ζεὺς δικάσῃ περὶ τοῦ Διονυσίου· παραπλήσιον γάρ τι καὶ τοῦτο ἔοικεν εἶναι. ὥστʼ ἐὰν μὲν ἡ Ἡδονὴ κρατήσῃ, καὶ τὸν Ἀρίστιππον ἕξει ἡ Τρυφή· νικώσης δὲ αὖ τῆς Στοᾶς, καὶ οὗτος ἔσται τῆς Ἀρετῆς κεκριμένος. ὥστε ἄλλοι παρέστωσαν. τὸ δεῖνα μέντοι, μὴ λαμβανέτωσαν οὗτοι τὸ δικαστικόν· ἀδίκαστος γὰρ ἡ δίκη μεμένηκεν αὐτοῖς.
Ἑρμῆς
μάτην οὖν ἀνεληλυθότες ὦσι γέροντες ἄνδρες οὕτω μακρὰν τὴν ἀνάβασιν; 5
Δίκη
ἱκανόν, εἰ τριτημόριον λάβοιεν. ἄπιτε, μὴ ἀγανακτεῖτε, αὖθις δικάσετε.
Ἑρμῆς
Διογένη Σινωπέα παρεῖναι καιρός, καὶ σὺ ἡ Ἀργυραμοιβικὴ λέγε.
Διογένης
καὶ μὴν ἄν γε μὴ παύσηται ἐνοχλοῦσα, ὦ Δίκη, οὐκέτι δρασμοῦ δικάσεταί μοι, ἀλλὰ πολλῶν καὶ βαθέων τραυμάτων· ἐγὼ γὰρ αὐτίκα μάλα πατάξαςπατάξω γ. τῷ ξύλῳ —
Δίκη
τί τοῦτο; πέφευγεν ἡ Ἀργυραμοιβική, ὁ δὲ διώκει ἐπηρμένος τὸ βάκτρον. οὐ μέτριόν τι κακὸν ἡ ἀθλία ἔοικε λήψεσθαι. τὸν Πύρρωνα κήρυττε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi