Thesauros Edebiyat satire Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος Lucian of Samosata

21–22

Ἐπίκουρος
καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς τὰ παρὰ τῆς Στοᾶς εἰδώς, εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμάσας εἵλετο; ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος. εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν, ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Ἄϊδος κυνῆν, εὖ οἶδʼ ὅτι μακρὰ χαίρειν τοῖς πόνοις φράσαντες ἐπὶ τὴν Ἡδονὴν ὠθοῦντο ἂν καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους· ἐπεὶ δὲ ἤλγησεν καὶ ἐνόσησεν καὶ ὁ πόνος ἀληθέστερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσεν καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ Ἡδονῆς κατηγορῇ, λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς’ ἔχει. εἴρηκα· ὑμεῖς δʼ ἐπὶ τούτοις ψηφοφορήσατε.
Στοά
μηδαμῶς, ἀλλʼ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε.
Ἐπίκουρος
Ἐρώτησον· ἀποκρινοῦμαι γάρ.
Στοά
κακὸν ἡγῇ τὸν πόνον;
Ἐπίκουρος
ναί.
Στοά
τὴν ἡδονὴν δὲ ἀγαθόν; 5
Ἐπίκουρος
πάνυ μὲν οὖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi