Thesauros Edebiyat satire Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος Lucian of Samosata

13–15

Ἑρμῆς
μέθη κατὰ τῆς Ἀκαδημείας περὶ Πολέμωνος ἀνδραποδισμοῦ.
Δίκη
ἑπτὰ κλήρωσον.
Ἑρμῆς
ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν.
Δίκη
πέντε ἱκανοί.
Ἑρμῆς
περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν. 15
Δίκη
πέντε καὶ τούτοις δικασάτωσαν.
Ἑρμῆς
Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει.
Δίκη
τρεῖς ἀποκλήρου μόνους.
Ἑρμῆς
γραφικὴ κατὰ Πύρρωνος λιποταξίου.
Δίκη
ἐννέα κρινάτωσαν. 20
Ἑρμῆς
βούλει καὶ ταύτας ἀποκληρῶμεν, ὦ Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος;
Δίκη
τὰς παλαιὰς πρότερον διανύσωμεν· αὗται δὲ εἰς ὕστερον δεδικάσονται.
Ἑρμῆς
καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις· ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον.
Δίκη
ἔοικας, ὦ Ἑρμῆ, χαριζομένῳ τὴν δέησιν. ἀποκληρῶμεν δʼ ὅμως, εἰ δοκεῖ, πλὴν ἀλλὰ ταύτας μόνας· ἱκαναὶ γὰρ αἱ ἀποκεκληρωμέναι. δὸς τὰς γραφάς.
Ἑρμῆς
ῥητορικὴ κακώσεως τῷ Σύρῳ· διάλογος τῷ αὐτῷ ὕβρεως. 5
Δίκη
τίς δὲ οὗτός ἐστιν; οὐ γὰρ ἐγγέγραπται τοὔνομα.
Ἑρμῆς
οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ· κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος.
Δίκη
ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι; πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν.
Ἑρμῆς
εὖ γε, ὦ Δίκη, φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δικαστικόν.
Δίκη
οἱ πρῶτοι καθιζέτωσαν τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ· σὺ δὲ τὸ ὕδωρ ἔγχει. προτέρα δὲ σὺ λέγε ἡ Μέθη. τί σιγᾷ καὶ διανεύει; μάθε, ὦ Ἑρμῆ, προσελθών.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi