Thesauros Edebiyat satire Ἀναβιοῦντες ἢ Ἁλιεύς

Ἀναβιοῦντες ἢ Ἁλιεύς

Ἀναβιοῦντες ἢ Ἁλιεύς Lucian of Samosata

4–5

Πλάτων
ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους· ἐφʼ οἷς ἀγανακτήσαντες ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις.
Παρρησιάδης
ἀνέπνευσα· οὐ γὰρ ἀποκτενεῖτέ με, ἢν μάθητε ὁποῖος ἐγὼ περὶ ὑμᾶς ἐγενόμην· ὥστε ἀπορρίψατε τοὺς λίθους, μᾶλλον δὲ φυλάττετε. χρήσεσθε γὰρ αὐτοῖς κατὰ τῶν ἀξίων.
Πλάτων
ληρεῖς. σὲ δὲ χρὴ τήμερον ἀπολωλέναι, καὶ ἤδη γε λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
Παρρησιάδης
καὶ μήν, Ὢ ἄριστοι, ὃν ἐχρῆν μόνον ἐξ ἁπάντων ἐπαινεῖν οἰκεῖόν τε ὑμῖν ὄντα καὶ εὔνουν καὶ ὁμογνώμονα καί, εἰ μὴ φορτικὸν εἰπεῖν, κηδεμόνα τῶν ἐπιτηδευμάτων εὖ ἴστε ἀποκτενοῦντες, ἢν ἐμὲ ἀποκτείνητε τοσαῦτα ὑπὲρ ὑμῶν πεπονηκότα. ὁρᾶτε οὖν μὴ κατὰ τοὺς πολλοὺςκατὰ τοὺς πολλοὺς γΝ: not in BU. τῶν νῦν φιλοσόφων αὐτοὶ αὐτοὶ Cobet: αὐτὸ MSS. ποιεῖτε, ἀχάριστοι καὶ ὀργίλοι καὶ ἀγνώμονες φαινόμενοι πρὸς ἄνδρα εὐεργέτην.
Πλάτων
Ὢ τῆς ἀναισχυντίας. καὶ χάριν σοι τῆς κακηγορίας προσοφείλομεν; οὕτως ἀνδραπόδοις ὡς ἀληθῶς οὕτως ἀνδραπόδοις (sicine cum servis —?) ὡς ἀληθῶς Κ. Schwartz: οὕτως ἀνδραπόδοις ἀληθῶς γ; οὕτως ὡς ἀνδραπόδοις ἀληθῶς β, edd. since Jacobitz. οἴει διαλέγεσθαι; ἢ καὶ εὐεργεσίαν καταλογιῇ πρὸς ἡμᾶς ἐπὶ τῇ τοσαύτῃ ὕβρει καὶ παροινίᾳ τῶν λόγων;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi