Thesauros Edebiyat satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata

3–6

Ἀγοράστης
καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως;
Πυθαγόρας
τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν. 10
Ἀγοράστης
ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν;
Πυθαγόρας
Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι.
Ἀγοράστης
χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.
Πυθαγόρας
εἶτʼ ἐπὶ τουτέοισιν ἀριθμέειν.
Ἀγοράστης
οἶδα καὶ νῦν ἀριθμεῖν.
Πυθαγόρας
πῶς ἀριθμέεις;
Ἀγοράστης
ἕν, δύο, τρία, τέτταρα.
Πυθαγόρας
ὁρᾷς; ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον. 5
Ἀγοράστης
οὐ μὰ τὸν μέγιστον τοίνυν ὅρκον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς.
Πυθαγόρας
μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται.
Ἀγοράστης
μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ;
Πυθαγόρας
καὶ μάλα ἐμφανέα· οὐ γὰρ οἷά τε ἀμορφίῃ καὶ ἀσχημοσύνῃ κινέεσθαι. καὶ ἐπὶ τουτέοισι δὲ γνώσεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρμονίην.
Ἀγοράστης
θαυμάσια λέγεις. 10
Πυθαγόρας
πρὸς δὲ τοῖσδεσι τοῖσιν εἰρημένοισι καὶ σεωυτὸν ἕνα δοκέοντα ἄλλον ὁρεόμενον καὶ ἄλλον ἐόντα εἴσεαι.
Ἀγοράστης
τί φής; ἄλλος εἰμὶ καὶ οὐχ οὗτος ὅσπερ νῦν πρὸς σὲ διαλέγομαι;
Πυθαγόρας
νῦν μὲν οὗτος, πάλαι δὲ ἐν ἄλλῳ σώματι καὶ ἐν ἄλλῳ οὐνόματι ἐφαντάζεο· χρόνῳ δὲ αὖτις ἐς ἄλλον μεταβήσεαι.
Ἀγοράστης
τοῦτο φής, ἀθάνατον ἔσεσθαί με ἀλλαττόμενον ἐς μορφὰς πλείονας;
 
ἀλλὰ τάδε μὲν ἱκανῶς. τὰ δʼ ἀμφὶ δίαιταν ὁποῖός τις εἶ;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi