Thesauros Edebiyat satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata

23–25

Χρύσιππος
ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψεταλήψεται Jacobitz: not in MSS.ι καὶ τὸν δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεταιλήψεται Jacobitz: not in MSS. ἄρα καὶ τὸν δεύτερον·. 5
Ἀγοράστης
οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται;
Χρύσιππος
μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκαἕνεκα Dindorf: εἴνεκα MSS. λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην.
Ἀγοράστης
καὶ μὴν τοὐναντίον ἐχρῆνἐχρῆν Ψ (?), Seager, Fritzsche: ἔφης MSS. τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην.
Χρύσιππος
σκώπτεις, ὦ οὗτος. ἀλλʼ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ.
Ἀγοράστης
καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους; 5
Χρύσιππος
ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν.
 
ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον.
Ἀγοράστης
πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.
Χρύσιππος
ὧδέ πως· ὁ λίθος σῶμά ἐστι;
Ἀγοράστης
ναί.
Χρύσιππος
τί δέ; τὸ ζῷον οὐ σῶμα; 5
Ἀγοράστης
ναί.
Χρύσιππος
σὺ δὲ ζῷον;
Ἀγοράστης
ἔοικα γοῦν.
Χρύσιππος
λίθος ἄρα εἶ σῶμα ὤν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi