Thesauros Edebiyat satire Χάρων ἢ Ἐπισκοποῦντες

Χάρων ἢ Ἐπισκοποῦντες

Χάρων ἢ Ἐπισκοποῦντες Lucian of Samosata

11–12

Χάρων
διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον; οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων.
Ἑρμῆς
ναί· ἀλλὰ ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπʼ αὐτῶν· τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι· πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ ὁ μόλυβδος καὶ τὰ ἄλλα.
Χάρων
δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος.
Ἑρμῆς
ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται αὐτόν· ἐπακούσωμεν οὖν. 10
Σόλων
εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον;
Κροῖσος
νὴ Δίʼ· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον.
Σόλων
οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν,ἀποφανεῖν Dindorf: ἀποφαίνειν MSS. εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς;
Κροῖσος
πῶς γὰρ οὔ;
Σόλων
πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι. 5
Κροῖσος
ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν;
Σόλων
εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ;
Κροῖσος
οὐ πάνυ τι.
Σόλων
τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε.
Κροῖσος
πῶς ἀμείνων ὁ σίδηρος χρυσίου; 10
Σόλων
ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν.
Κροῖσος
ἐρώτα, ὦ Σόλων.
Σόλων
πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν;
Κροῖσος
οἱ σώζοντες δηλαδή.
Σόλων
ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε; 15
Κροῖσος
ὁ σίδηρος δῆλον ὅτι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi