Thesauros Edebiyat satire Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών Lucian of Samosata

18–19

Ἀλεκτρυών
τὸ μὲν ὅλον, ὦ Μίκυλλε, σοφιστὴς ἄνθρωπος ἦν· χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν· ἄλλως δὲ οὐκ ἀπαίδευτος οὐδὲ ἀμελέτητος τῶν καλλίστων μαθημάτων· ἀπεδήμησα δὲ καὶ εἰς Αἴγυπτον, ὡς συγγενοίμην τοῖς προφήταις ἐπὶ σοφίᾳ, καὶ ἐς τὰ ἄδυτα κατελθὼν ἐξέμαθον τὰς βίβλους τὰς Ὥρου καὶ Ἴσιδος, καὶ αὖθις εἰς Ἰταλίαν ἐκπλεύσας οὕτω διέθηκα τοὺς κατʼ ἐκεῖνα Ἕλληνας, ὥστε θεὸν ἦγόν με.
Μίκυλλος
ἤκουσα ταῦτα καὶ ὡς δόξειας ἀναβεβιωκέναι ἀποθανὼν καὶ ὡς χρυσοῦν τὸν μηρὸν ἐπιδείξαιό ποτε αὐτοῖς. ἐκεῖνο δέ μοι εἰπέ, τί σοι ἐπῆλθε νόμον ποιήσασθαι μήτε κρεῶν μήτε κυάμων ἐσθίειν;
Ἀλεκτρυών
μὴ ἀνάκρινε ταῦτα, ὦ Μίκυλλε.
Μίκυλλος
διὰ τί, ὦ ἀλεκτρυών;
Ἀλεκτρυών
ὅτι αἰσχύνομαι λέγειν πρὸς σὲ τὴν ἀλήθειαν περὶ αὐτῶν. 5
Μίκυλλος
καὶ μὴν οὐδὲν ὀκνεῖν χρὴ λέγειν πρὸς ἄνδρα σύνοικον καὶ φίλον· δεσπότην γὰρ οὐκ ἂν ἔτι εἴποιμι.
Ἀλεκτρυών
οὐδὲν ὑγιὲς οὐδὲ σοφὸν ἦν, ἀλλʼ ἑώρων ὅτι εἰ μὲν τὰ συνήθη καὶ ταὐτὰ τοῖς πολλοῖς νομίζοιμι, ἥκιστα ἐπισπάσομαι τοὺς ἀνθρώπους ἐς τὸ θαῦμα, ὅσῳ δʼ ἂν ξενίζοιμι, τοσούτῳ σεμνότεροςσεμνότερος Seager: καινότερος MSS. ᾤμην αὐτοῖς ἔσεσθαι. διὰ τοῦτο καινοποιεῖν εἱλόμην ἀπόρρητον ποιησάμενος τὴν αἰτίαν, ὡς εἰκάζοντες ἄλλος ἄλλως ἅπαντες ἐκπλήττωνται καθάπερ ἐπὶ τοῖς ἀσαφέσι τῶν χρησμῶν. ὁρᾷς; καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει.
Μίκυλλος
οὐ τοσοῦτον ὅσον Κροτωνιατῶν καὶ Μεταποντίνων καὶ Ταραντίνων καὶ τῶν ἄλλων ἀφώνων σοι ἑπομένων καὶ προσκυνούντων τὰ ἴχνη ἃ σὺ πατῶν ἀπολιμπάνοις.
 
ἀποδυσάμενος δὲ τὸν Πυθαγόραν τίνα μετημφιέσω μετʼ αὐτόν;
Ἀλεκτρυών
Ἀσπασίαν τὴν ἐκ Μιλήτου ἑταίραν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi