Thesauros Edebiyat satire Ζεὺς Τραγῳδός

Ζεὺς Τραγῳδός

Ζεὺς Τραγῳδός Lucian of Samosata

1–2

Ἑρμῆς
Ὦ Ζεῦ, τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς, ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμʼ ἔχων; ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων, μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας.
Ἀθήνη
ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη, τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν, ἢ τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς;
Ζεύς
οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος, οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική, ἣν οὐκ ἰαμβείοις ὑπερπαίωἰαμβείοις ὑπερπαίω Text P (Vat. 76) D (Bodl. B 56); ἰαμβιοισιν P, ἰαμβείοισι D; ὑπερπαίδεκα D. ἦς οὐκ ἂν ἄραιτʼ (ἄροιτʼ) ἄχθος ἡ θεῶν φύσιε γ, NHA, edd. D has this line also, after the other. δέκα.
Ἀθήνη
Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου;
Ζεύς
ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα, σύ τʼ, ὦ Προμηθεῦ, οἷά μʼ εἴργασαι κακά. 5
Ἀθήνη
τί δʼ ἐστί; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς.
Ζεύς
ὦ μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τίτί Guyet: τί μοι MSS. ῥέξεις;
Ἥρα
Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, ὦ Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε σοι ὑποτραγῳδεῖν.
 
ἀγνοεῖν ἡμᾶς νομίζεις τὴν αἰτίαν τῆς λύπης ἥτις ἐστί σοι;
Ζεύς
οὐκ οἶσθʼ, ἐπεί τοι κἂν ἐκώκυες μέγα.
1–2 · 1 / 1 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi