Thesauros Edebiyat satire Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος Lucian of Samosata

11–12

Κυνίσκος
ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην, οὐδεὶς δʼ ἂν εἴποι ὡς ταῦτα ὁ τεχνίτης ἐστίν, οὐδʼ ἡ ναῦς ἔργον τοῦ σκεπάρνου ἢ τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ· ἀνάλογον τοίνυν ἡ μὲν ναυπηγουμένη ἕκαστα ἡ Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν Μοιρῶν· καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρʼ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δʼ ἐφʼ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραίροντες· ἢ οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον· οὐ γὰρ οἶμαι δυνατὸν εἶναι οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου· ἡ γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτʼ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς Κλωθοῦς τὸ ἔργον.
Ζεύς
σὺ δʼ ἤδη, ὦ Κυνίσκε, οὐδὲ τὰς Μοίρας τιμᾶσθαι πρὸς τῶν ἀνθρώπων ἀξιοῖς; ἀλλʼ ἔοικας ἅπαντα συγχεῖν προαιρεῖσθαι. ἡμεῖς δὲ εἰ καὶ μηδενὸς ἄλλου ἕνεκα, τοῦ γε μαντεύεσθαι καὶ προμηνύειν ἕκαστα τῶν ὑπὸ τῆς Μοίρας κεκυρωμένων δικαίως τιμῴμεθʼ ἄν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi