13–14
Ἑρμῆς
ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,τὸ δεῖνα Fritzsche: τὸν δεῖνα MSS. ὅπως ἀσφαλῶς —
Χάρων
ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται.
Μεγαπένθης
καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ.
Μεγαπένθης
ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους.
10
Κυνίσκος
εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου.
Μεγαπένθης
τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα;
Κυνίσκος
τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.
Μίκυλλος
εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος; ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ;
Μίκυλλος
ὁ σκυτοτόμος Μίκυλλος.
Κλωθώ
εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον; θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή.