Thesauros Edebiyat satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata

2–3

Χάρων
ἀλλʼ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλʼ ἐγὼ οἶδα τὴν αἰτίαν· παρʼ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον· ὥστε ἥδιον παρʼ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρʼ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων· ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.
Κλωθώ
μηκέτι χαλέπαινε, ὦ Χάρων· πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. ἀλλὰ τί τοῦτο; δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας.
Ἑρμῆς
τί δʼ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην;
Κλωθώ
τίς δʼ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε;
Ἑρμῆς
τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων.
Κλωθώ
εἶθʼ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος; 5

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi