Thesauros Edebiyat satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata

19–20

Κυνίσκος
ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας· πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου· τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ Harmon: ἢν ἀντλεῖν ἐθέλῃς (θέλῃς) ἕτοιμος καὶ MSS. Fritzsche transposes (ἀντλεῖν, ἢν), Cf. Charon 1. πρόσκωπος εἶναι· μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον. 5
Χάρων
Ἔρεττε· καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν.
Κυνίσκος
ἦ καὶ ὑποκελεῦσαι δεήσει;
Χάρων
νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν.
Κυνίσκος
οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλʼ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.
Νεκροί
οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην;
Ἑρμῆς
Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.
Μίκυλλος
ἄπαγε· οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμἂν οἰμώξαιμι Bekker: οἰμώξομαι, ἀνοιμώξομαι, ἂν οἰμώξωμαι MSS. ι εὐπλοῶν.
Ἑρμῆς
ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.
Μίκυλλος
οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων· οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν· ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον; 5
Ἑρμῆς
ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi