Thesauros Edebiyat satire Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι Lucian of Samosata

36

Λυκῖνος
οὐ γὰρ ἐπαύσαντο οἱ ἀμφὶ τὸν Ζηνόθεμιν καὶ Κλεόδημον φιλονεικοῦντες, ἐπεὶ μέσος αὐτῶν ὁ Ἀρισταίνετος ἐγένετο· ἀλλά, νῦν μέν, ἔφη ὁ Κλεόδημος, ἱκανόν, εἰ ἐλεγχθείητε ἀμαθεῖς ὄντες, αὔριον δὲ ἀμυνοῦμαι ὑμᾶς ὅντινα καὶ χρὴ τρόπον· ἀπόκριναί μοι οὖν, ὦ Ζηνόθεμι, ἢ σὺ ἢ ὁ κοσμιώτατος Δίφιλος, καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν οὐδὲν ἀλλʼ ἢ τοῦτο ἐξ ἁπάντων σκοπεῖτε ὡς πλείω κτήσεσθε καὶ διὰ τοῦτο ἀμφὶ τοὺς πλουσίους ἀεὶ ἔχετε καὶ δανείζετε καὶ τοκογλυφεῖτε καὶ ἐπὶ μισθῷ παιδεύετε, πάλιν τε αὖ τὴν ἡδονὴν μισοῦντες καὶ τῶν Ἐπικουρείων κατηγοροῦντες αὐτοὶ τὰ αἴσχιστα ἡδονῆς ἕνεκα ποιεῖτε καὶ πάσχετε, ἀγανακτοῦντες εἴ τις μὴ καλέσειεν ἐπὶ δεῖπνον· εἰ δὲ καὶ κληθείητε, τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες — καὶ ἅμα λέγων τὴν ὀθόνην περισπᾶν ἐπεχείρει, ἣν ὁ παῖς εἶχε τοῦ Ζηνοθέμιδος, μεστὴν οὖσαν παντοδαπῶν κρεῶν, καὶ ἔμελλε λύσας ἀπορρίπτειν αὐτὰ εἰς τὸ ἔδαφος, ἀλλʼ ὁ παῖς οὐκ ἀνῆκε καρτερῶς ἀντεχόμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi