3–5
Λυκῖνος
νεανικώτερα ἡμᾶς, ὦ Φίλων, ἀξιοῖς ἐκφέρειν ταῦτα πρὸς τοὺς πολλοὺς καὶ ἐπεξιέναι διηγουμένους πράγματα ἐν οἴνῳ καὶ μέθῃ γενόμενα, δέον λήθην ποιήσασθαι αὐτῶν καὶ νομίζειν ἐκεῖνα πάντα θεοῦ ἔργα τοῦ Διονύσου εἶναι, ὃς οὐκ οἶδα εἴ τινα τῶν αὑτοῦ ὀργίων ἀτέλεστον καὶ ἀβάκχευτον περιεῖδεν. ὅρα οὖν μὴ κακοήθων τινῶν ἀνθρώπων ᾖ τὸ ἀκριβῶς τὰ τοιαῦτα ἐξετάζειν, ἃ καλῶς ἔχει ἐν τῷ συμποσίῳ καταλιπόντας ἀπαλλάττεσθαι. μισῶ γάρ, φησὶ καὶ ὁ ποιητικὸς λόγος, μνάμονα συμπόταν. καὶ οὐδὲ ὁ Διόνικος ὀρθῶς ἐποίησε πρὸς τὸν Χαρῖνον ταῦτα ἐξαγορεύσας καὶ πολλὴν τὴν ἑωλοκρασίαν κατασκεδάσας ἀνδρῶν φιλοσόφων. ἐγὼ δέ, ἄπαγε, οὐκ ἄν τι τοιοῦτον εἴποιμι.
Φίλων
Θρύπτῃ ταῦτα, ὦ Λυκῖνε. ἀλλʼ οὔτι γε πρὸς ἐμὲ οὕτω ποιεῖν ἐχρῆν, ὃς ἀκριβῶς πολὺ πλέον ἐπιθυμοῦντά σε εἰπεῖν οἶδα ἢ ἐμὲ ἀκοῦσαι, καί μοι δοκεῖς, εἰ ἀπορήσειας τῶν ἀκουσομένων, κἂν πρὸς κίονά τινα ἢ πρὸς ἀνδριάντα ἡδέως ἂν προσελθὼν ἐκχέαι πάντα συνείρων ἀμυστί. εἰ γοῦν ἐθελήσω ἀπαλλάττεσθαι νῦν, οὐκ ἐάσεις με ἀνήκοον ἀπελθεῖν, ἀλλʼ ἕξειἕξει Fritzsche: ἕξεις (ἤξεις) MSS. καὶ παρακολουθήσεις καὶ δεήσει. κἀγὼ θρύψομαι πρὸς σὲ ἐν τῷ μέρει· καὶ εἴ γε δοκεῖ, ἀπίωμεν ἄλλου αὐτὰ πευσόμενοι, σὺ δὲ μὴ λέγε.
Λυκῖνος
μηδὲν πρὸς ὀργήν· διηγήσομαι γάρ, ἐπείπερ οὕτως προθυμῇ, ἀλλʼ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς.
Φίλων
εἰ μὴ παντάπασιν ἐγὼ ἐπιλέλησμαι Λυκίνου, αὐτὸς σὺ ἄμεινον ποιήσεις αὐτὸ καὶ φθάσεις εἰπὼν ἅπασιν, ὥστε οὐδὲν ἐμοῦ δεήσει.
ἀλλʼ ἐκεῖνό μοι πρῶτον εἰπέ, τῷ παιδὶ τῷ Ζήνωνι ὁ Ἀρισταίνετος ἀγόμενος γυναῖκα εἱστία ὑμᾶς;