Thesauros Edebiyat satire Δίκη Συμφώνων

Δίκη Συμφώνων

Δίκη Συμφώνων Lucian of Samosata
12 οὕτω μὲν οὖν ὅσον ἐς φωνὴν ἀνθρώπους ἀδικεῖ· ἔργῳ δὲ πῶς; κλάουσιν ἄνθρωποι καὶ τὴν αὑτῶν τύχην ὀδύρονται καὶ Κάδμῳ καταρῶνται πολλάκις, ὅτι τὸ Ταῦ ἐς τὸ τῶν στοιχείων γένος παρήγαγε· τῷ γὰρ τούτου σώματί φασι τοὺς τυράννους ἀκολουθήσαντας καὶ μιμησαμένους αὐτοῦ τὸ πλάσμα ἔπειτα σχήματι τοιούτῳ ξύλα τεκτήναντας ἀνθρώπους ἀνασκολοπίζειν ἐπʼ αὐτά· ἀπὸ δὲδὲ Harmon: δὴ MSS. τούτου καὶ τῷ τεχνήματι τῷ πονηρῷ τὴν πονηρὰν ἐπωνυμίαν συνελθεῖν. τούτων οὖν ἁπάντων ἕνεκα πόσων θανάτων τὸ Ταῦ ἄξιον εἶναι νομίζετε; ἐγὼ μὲν γὰρ οἶμαι δικαίως τοῦτο μόνον ἐς τὴν τοῦ Ταῦ τιμωρίαν ὑπολείπεσθαι, τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν.ὑποσχεῖν MSS. add ὑποσχεῖν, ὃ δὴ σταυρὸς εἶναι ὁπὸ τούτου μὲν ἐδηαιουργήθη, ὑπὸ δὲ ἀνθρώπων ὀνομάζεται, excisel by Sommnerbrodt.
← Önceki 8 / 8

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi