Thesauros Edebiyat satire Δίκη Συμφώνων

Δίκη Συμφώνων

Δίκη Συμφώνων Lucian of Samosata
8 ὁπότε δὲ ἐκ τούτων ἀρξάμενον ἐτόλμησε καττίτερον εἰπεῖν καὶ κάττυμα καὶ πίτταν, εἶτα ἀπερυθριᾶσαν καὶ βασίλισσανβαασίλισσαν Harmon, following Κ. Schwartz (τὴν β.): not in MSS. βασίλιτταν ὀνομάζειν, οὐ μετρίως ἐπὶ τούτοις ἀγανακτῶ καὶ πίμπραμαι δεδιὸς μὴ τῷ χρόνῳ καὶ τὰ σῦκα τῦκά τις ὀνομάσῃ. καί μοι πρὸς Διὸς ἀθυμοῦντι καὶ μεμονωμένῳ τῶν βοηθησόντων σύγγνωτε τῆς δικαίας ὀργῆς· οὐ γὰρ περὶ μικρὰ καὶ τὰ τυχόντα ἐστὶν ὁ κίνδυνος, ἀφαιρουμένῳ τῶν συνήθων καὶ συνεσχολακότων μοι γραμμάτων.γραμμμάτων MSS: χρημάτων du Soul. κίσσαν μου, λάλον ὄρνεον, ἐκ μέσων ὡς ἔπος εἰπεῖν τῶν κόλπων ἁρπάσαν κίτταν ὠνόμασεν· ἀφείλετο δέ μου φάσσαν ἅμα νήσσαις τε καὶ κοσσύφοις ἀπαγορεύοντος Ἀριστάρχου· περιέσπασε δὲ καὶ μελισσῶν οὐκ ὀλίγας· ἐπʼ Ἀττικὴν δὲ ἦλθε καὶ ἐκ μέσης αὐτῆς ἀνήρπασεν ἀνόμως ὙμησσὸνὙμησσὸν Herwerden: Ὑμηττὸν MSS. ὁρώντων ὑμῶν καὶ τῶν ἄλλων συλλαβῶν.
9 ἀλλὰ τί λέγω ταῦτα; Θεσσαλίας με ἐξέβαλεν ὅλης Θετταλίαν ἀξιοῦν λέγειν, καὶ πᾶσαν ἀποκέκλεικέ μοι τὴν θάλασσαν οὐδὲ τῶν ἐν κήποις φεισάμενον σευτλίων, ὡς τὸ δὴ λεγόμενον μηδὲ πάσσαλόν μοι καταλιπεῖν.
9 ὅτι δὲ ἀνεξίκακόν εἰμι γράμμα, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ μηδέποτε ἐγκαλέσαντι τῷ Ζῆτα σμάραγδον ἀποσπάσαντι καὶ πᾶσαν ἀφελομένῳ Σμύρναν, μηδὲ τῷ Ξῖ πᾶσαν παραβάντι συνθήκην καὶ τὸν συγγραφέα τῶν τοιούτων ἔχοντι Θουκυδίδην σύμμαχον· τῷ μὲν γὰρ γείτονί μου Ῥῶ νοσήσαντι συγγνώμη, καὶ παρʼ αὐτῷ φυτεύσαντί μου τὰς μυρρίνας καὶ παίσαντί μέ ποτε ὑπὸ μελαγχολίας ἐπὶ κόρρης. κἀγὼ μὲν τοιοῦτον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi